Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.42.1-13.42.6

阿尔西比亚德斯的复权与对史家的综述

第 221 段,共 723 段 · 希腊语

内容简介

雅典人决定召回阿尔西比亚德斯并恢复其将军职务,随后他开展行动以获取资金和战利品;同时叙述总结了主要历史学家的著作范围,并记录了罗马人战胜埃奎人的事件。

§13.42.1τῶν δὲ στρατιωτῶν ἀσμένως τοὺς λόγους προσδεξαμένων, καὶ περὶ τούτων διαπεμψαμένων εἰς Ἀθήνας, ἔδοξε τῷ δήμῳ τὸν ἄνδρα τῶν ἐγκλημάτων ἀπολῦσαι καὶ μεταδοῦναι τῆς στρατηγίας· θεωροῦντες γὰρ αὐτοῦ τὸ πρακτικὸν τῆς τόλμης καὶ τὴν παρὰ τοῖς Ἕλλησι δόξαν, ὑπελάμβανον, ὅπερ ἦν εἰκός, οὐ μικρὰν ῥοπὴν ἔσεσθαι τοῖς σφετέροις πράγμασι τούτου προσγενομένου.
士兵们欣然接受了他的话,并就这些事向雅典派去了使者,于是公民大会决定免除这个人的罪名,并让他共同担任将军职务;因为他们考虑到他的果敢行动力以及他在希腊人中的名望,便理所当然地认为,如果他加入他们这一方,对他们的事态将产生不小的转机。
§13.42.2καὶ γὰρ ὁ τῆς πολιτείας ἀφηγούμενος τότε Θηραμένης, ἀνὴρ εἰ καί τις ἄλλος εἶναι δόξας συνετός, τῷ δήμῳ συνεβούλευσε κατάγειν τὸν Ἀλκιβιάδην.
事实上,当时主持国政、被公认为比任何人都聪慧的塞拉梅内斯,也建议公民大会召回阿尔西比亚德斯。
τούτων δʼ ἀπαγγελθέντων εἰς Σάμον, Ἀλκιβιάδης πρὸς αἷς εἶχεν ἰδίαις ναυσὶ τρισκαίδεκα ἐννέα προσέλαβε, καὶ μετὰ τούτων ἐκπλεύσας εἰς Ἁλικαρνασσὸν παρὰ τῆς πόλεως εἰσεπράξατο χρήματα.
当这些事情被传达至萨摩斯时,阿尔西比亚德斯在他原有的十三艘私有船只之外,又增添了九艘,并率领这些船只驶往哈利卡纳苏斯,向该城征收了资金。
§13.42.3μετὰ δὲ ταῦτα τὴν Μεροπίδα πορθήσας μετὰ πολλῆς λείας ἀνέπλευσεν εἰς Σάμον.
此后,他掠夺了梅罗皮斯,带着大批战利品返回萨摩斯。
πολλῶν δὲ συναχθέντων λαφύρων, τοῖς τʼ ἐν Σάμῳ στρατιώταις καὶ τοῖς μεθʼ ἑαυτοῦ διελόμενος τὰς ὠφελείας ταχὺ τοὺς εὖ παθόντας εὔνους ἑαυτῷ κατεσκεύασεν.
在聚集了大量战利品后,他将这些利益分配给萨摩斯的士兵以及随同他自己的士兵,很快便让这些受益者对他心怀好意。
§13.42.4περὶ δὲ τὸν αὐτὸν χρόνον Ἀντάνδριοι, φρουρὰν ἔχοντες, μετεπέμψαντο παρὰ Λακεδαιμονίων στρατιώτας, μεθʼ ὧν ἐκβαλόντες τὴν φυλακὴν ἐλευθέραν ᾤκουν τὴν πατρίδα· οἱ γὰρ Λακεδαιμόνιοι περὶ τῆς εἰς Φοινίκην ἀποστολῆς τῶν τριακοσίων νεῶν ἐγκαλοῦντες τῷ Φαρναβάζῳ τοῖς Ἄντανδρον οἰκοῦσι συνεμάχησαν.
大约在同一时期,安坦德罗斯人当时城内驻有守军,他们从拉刻代蒙人那里请来了士兵,并与他们一同驱逐了驻军,使祖国重获自由;因为拉刻代蒙人因那三百艘船只派遣至腓尼基一事指责法尔纳巴佐斯,因而援助了居住在安坦德罗斯的人们。
§13.42.5τῶν δὲ συγγραφέων Θουκυδίδης μὲν τὴν ἱστορίαν κατέστροφε, περιλαβὼν χρόνον ἐτῶν εἴκοσι καὶ δυοῖν ἐν βύβλοις ὀκτώ· τινὲς δὲ διαιροῦσιν εἰς ἐννέα· Ξενοφῶν δὲ καὶ Θεόπομπος ἀφʼ ὧν ἀπέλιπε Θουκυδίδης τὴν ἀρχὴν πεποίηνται, καὶ Ξενοφῶν μὲν περιέλαβε χρόνον ἐτῶν τεσσαράκοντα καὶ ὀκτώ, Θεόπομπος δὲ τὰς Ἑλληνικὰς πράξεις διελθὼν ἐπʼ ἔτη ἑπτακαίδεκα καταλήγει τὴν ἱστορίαν εἰς τὴν περὶ Κνίδον ναυμαχίαν ἐν βύβλοις δώδεκα.
在历史学家中,修昔底德结束了他的历史撰写,将二十二年的时间收录在八卷之中(但有些人将其分为九卷);而色诺芬和塞奥彭波斯则从修昔底德中断的地方开始写起,色诺芬收录了四十八年的时间,塞奥彭波斯则叙述了十七年的希腊史事,将他的历史终结于克尼多斯海战,共计十二卷。
§13.42.6τὰ μὲν οὖν κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
因此,希腊和亚洲的局势便是如此。
Ῥωμαῖοι δὲ πρὸς Αἴκους διαπολεμοῦντες ἐνέβαλον αὐτῶν εἰς τὴν χώραν μετὰ πολλῆς δυνάμεως· περιστρατοπεδεύσαντες δὲ πόλιν Βώλας ὀνομαζομένην ἐξεπολιόρκησαν.
而罗马人与埃奎人交战,率大军入侵了他们的领土,并包围了一座名为波莱的城市,通过围攻将其攻克。

词汇与语法注释

  1. 13.42.1τούτου προσγενομένου — 属格绝对(genitive absolute),在此具有条件语气(“如果他加入的话”),修饰主句中对格不定式结构中的动词 `ἔσεσθαι`。
  2. 13.42.2ἀνὴρ εἰ καί τις ἄλλος — 惯用句型 `εἴ τις καὶ ἄλλος`(“若有旁人如此,他亦然”,意为“比任何人都……”)带有语序倒置的变体。用于极力强调塞拉梅内斯的“睿智”(`συνετός`)。
  3. 13.42.2πρὸς αἷς εἶχεν ἰδίαις ναυσὶ — 先行词并入关系从句(incorporation of the antecedent)的现象。正常的结构本应是 `πρὸς ταῖς ἰδίαις ναυσὶν ἃς εἶχεν`(“除了他自己拥有的私有船只之外”),在此名词 `ναυσί` 被拉入关系从句中,并与关系代词 `αἷς` 一致而采用与格。
  4. 13.42.5ἀφʼ ὧν ἀπέλιπε — 先行词省略及关系代词的格同化(attraction)。底层结构本为 `ἀπὸ τούτων ἃ ἀπέλιπε`(“从他所中断的那些事物开始”),此处关系代词的宾格 `ἃ` 受到支配已被省略的先行词的前置词 `ἀπό`(要求属格)的影响,同化为了属格 `ὧν`。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.42.1-13.42.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.42.1-13.42.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。