Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.36.1-13.36.5

雅典重建舰队与同盟诸邦的反叛

第 215 段,共 723 段 · 希腊语

内容简介

雅典人得知西西里惨败后并未放弃霸权野心,决定实行四百人寡头统治。然而,由于新任将军们的不和以及海战惨败,导致同盟国纷纷倒向拉克代蒙人。

§13.36.1οἱ δʼ Ἀθηναῖοι πυθόμενοι τὴν ἐν Σικελίᾳ δύναμιν ἄρδην ἀνῃρημένην, βαρέως ἔφερον τὸ πλῆθος τῆς συμφορᾶς.
\n雅典人得知在西西里的军队已被彻底歼灭,对这场灾难的惨重深感痛心。
οὐ μὴν ἔληγόν γε διὰ τοῦτο τῆς φιλοτιμίας περὶ τῆς ἡγεμονίας, ἀλλὰ ναῦς τε κατεσκεύαζον πλείους καὶ χρήματα ἐπορίζοντο, ὅπως φιλονικῶσι μέχρι τῆς ἐσχάτης ἐλπίδος ὑπὲρ τῶν πρωτείων.
然而,他们并没有因此放弃争夺霸权的野心,反而建造了更多的船只并筹集资金,以便为了首要地位而竞争到最后的希望。
§13.36.2ἑλόμενοι δὲ τετρακοσίους ἄνδρας, τούτοις ἔδωκαν τὴν ἐξουσίαν αὐτοκράτορα διοικεῖν τὰ κατὰ τὸν πόλεμον· ὑπελάμβανον γὰρ τὴν ὀλιγαρχίαν εὐθετωτέραν εἶναι τῆς δημοκρατίας ἐν ταῖς τοιαύταις περιστάσεσιν.
\n\n他们选出了四百人,并赋予他们管理战争事务的绝对权力;因为他们认为在这样的局势下,寡头制比民主制更为适用。
§13.36.3οὐ μὴν τὰ πράγματά γε κατὰ τὴν ἐκείνων ἠκολούθησε κρίσιν, ἀλλὰ πολὺ χεῖρον τὸν πόλεμον διῴκησαν.
\n\n然而,事态并未按照他们的预料发展,反而使他们把战争治理得糟糕得多。
ἀποστείλαντες γὰρ τεσσαράκοντα ναῦς συνεξέπεμψαν τοὺς ἀφηγησομένους δύο στρατηγοὺς ἀλλοτρίως ἔχοντας πρὸς ἀλλήλους.
因为在派遣四十艘船只时,他们一同派出了两位互相敌视的将军来担任指挥。
τῶν δὲ περὶ τοὺς Ἀθηναίους πραγμάτων τεταπεινωμένων ὁ μὲν καιρὸς προσεδεῖτο πολλῆς ὁμονοίας, οἱ δὲ στρατηγοὶ πρὸς ἀλλήλους ἐστασίαζον.
在雅典人的处境本已衰落之时,局势迫切需要极大的团结,而将军们却彼此内讧。
§13.36.4καὶ τέλος ἐκπλεύσαντες εἰς Ὠρωπὸν ἀπαράσκευοι πρὸς τοὺς Πελοποννησίους ἐναυμάχησαν· κακῶς δὲ καὶ τὴν μάχην ἐνστησάμενοι καὶ τὸν κίνδυνον ἀγεννῶς ὑπομείναντες, ἀπέβαλον ναῦς δύο πρὸς ταῖς εἴκοσι, τὰς δὲ λοιπὰς μόγις διέσωσαν εἰς Ἐρέτριαν.
\n\n最终,他们航行至奥罗波斯,在毫无准备的情况下与伯罗奔尼撒人进行了一场海战;由于战斗开始得很糟糕,且在危险面前表现得懦弱,他们失去了二十二艘船只,勉强将其余的船只安全撤回到埃雷特里亚。
§13.36.5τούτων δὲ πραχθέντων οἱ σύμμαχοι τῶν Ἀθηναίων διά τε τὰς περὶ Σικελίαν ἀτυχίας καὶ διὰ τὰς τῶν ἡγεμόνων καχεξίας μεθίσταντο πρὸς Λακεδαιμονίους.
\n\n这些事情发生后,雅典人的盟友由于在西西里的惨败以及领导者的无能,纷纷倒向拉克代蒙人。
συμμάχου δʼ ὄντος τοῖς Λακεδαιμονίοις Δαρείου τοῦ Περσῶν βασιλέως, Φαρνάβαζος ὁ τῶν ἐπὶ θαλάττης τόπων ἔχων τὴν στρατηγίαν ἐχορήγει χρήματα τοῖς Λακεδαιμονίοις· μετεπέμψατο δὲ καὶ τὰς ἐκ Φοινίκης τριήρεις τριακοσίας, διαλογιζόμενος ἀποστεῖλαι τοῖς Λακεδαιμονίοις ἐπὶ τὴν βοήθειαν.
由于波斯国王大流士是拉克代蒙人的盟友,担任沿海地区总督的法尔纳巴佐斯向拉克代蒙人提供了资金;他还召集了来自腓尼基的三百艘三段桨船,意图派遣它们去援助拉克代蒙人。

词汇与语法注释

  1. §13.36.1πυθόμενοι τὴν ἐν Σικελίᾳ δύναμιν ἄρδην ἀνῃρημένην — 知觉动词 πυνθάνομαι 带有宾格加分词(此处为 ἀνῃρημένην)作为其补足语,代替了 ὅτι 从句或宾格加不定式结构,意为“得知在西西里的军队已被彻底歼灭”。
  2. §13.36.2διοικεῖν τὰ κατὰ τὸν πόλεμον — 不定式 διοικεῖν 起到修饰名词 τὴν ἐξουσίαν(权力)的作用,或者作为表示目的或结果的副词性不定式,意为“用以管理战争事务”。
  3. §13.36.4δύο πρὸς ταῖς εἴκοσι — 希腊语中表示“二十二”的惯用数字表达,字面意思是“在二十之外加上二”,使用了前置词 πρός 加上与格。
  4. §13.36.5τῶν ἡγεμόνων καχεξίας — 名词 καχεξία 原意指“健康状况不佳(恶病质)”,在此处使用复数属格,隐喻性地指代雅典领导人们的“不和”或“政治与军事上的无能、领导力匮乏”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.36.1-13.36.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.36.1-13.36.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。