§13.36.1οἱ δʼ Ἀθηναῖοι πυθόμενοι τὴν ἐν Σικελίᾳ δύναμιν ἄρδην ἀνῃρημένην, βαρέως ἔφερον τὸ πλῆθος τῆς συμφορᾶς.
\nアテナイ人たちは、シケリアにおける軍勢が根こそぎ滅ぼされたことを知ると、その災厄の甚大さを重く受け止めた。
οὐ μὴν ἔληγόν γε διὰ τοῦτο τῆς φιλοτιμίας περὶ τῆς ἡγεμονίας, ἀλλὰ ναῦς τε κατεσκεύαζον πλείους καὶ χρήματα ἐπορίζοντο, ὅπως φιλονικῶσι μέχρι τῆς ἐσχάτης ἐλπίδος ὑπὲρ τῶν πρωτείων.
しかしながら、彼らはこのために覇権をめぐる野心を捨てることはなく、かえって最後の希望に至るまで首位をめぐって競い合うために、より多くの船を建造し、資金を調達した。
§13.36.2ἑλόμενοι δὲ τετρακοσίους ἄνδρας, τούτοις ἔδωκαν τὴν ἐξουσίαν αὐτοκράτορα διοικεῖν τὰ κατὰ τὸν πόλεμον·
\n\nそして彼らは四百人の男を選び、これらの者に戦争に関する事柄を管理するための全権を与えた。
ὑπελάμβανον γὰρ τὴν ὀλιγαρχίαν εὐθετωτέραν εἶναι τῆς δημοκρατίας ἐν ταῖς τοιαύταις περιστάσεσιν.
なぜなら、このような危機的状況においては、寡頭制が民主制よりも適していると考えたからである。
§13.36.3οὐ μὴν τὰ πράγματά γε κατὰ τὴν ἐκείνων ἠκολούθησε κρίσιν, ἀλλὰ πολὺ χεῖρον τὸν πόλεμον διῴκησαν.
\n\nしかしながら、事態は彼らの判断通りには進まず、彼らははるかに悪く戦争を遂行した。
ἀποστείλαντες γὰρ τεσσαράκοντα ναῦς συνεξέπεμψαν τοὺς ἀφηγησομένους δύο στρατηγοὺς ἀλλοτρίως ἔχοντας πρὸς ἀλλήλους.
というのも、彼らは四十隻の船を派遣するにあたり、互いに反目し合っている二人の将軍を指揮官として同時に送り出したからである。
τῶν δὲ περὶ τοὺς Ἀθηναίους πραγμάτων τεταπεινωμένων ὁ μὲν καιρὸς προσεδεῖτο πολλῆς ὁμονοίας, οἱ δὲ στρατηγοὶ πρὸς ἀλλήλους ἐστασίαζον.
アテナイの形勢が衰退している時にあって、時局は多大なる協調を強く求めていたにもかかわらず、将軍たちは互いに対立していたのである。
§13.36.4καὶ τέλος ἐκπλεύσαντες εἰς Ὠρωπὸν ἀπαράσκευοι πρὸς τοὺς Πελοποννησίους ἐναυμάχησαν·
\n\nそしてついに彼らはオロポスへと出航し、不十分な準備のままペロポネソス人たちと海戦を行った。
κακῶς δὲ καὶ τὴν μάχην ἐνστησάμενοι καὶ τὸν κίνδυνον ἀγεννῶς ὑπομείναντες, ἀπέβαλον ναῦς δύο πρὸς ταῖς εἴκοσι, τὰς δὲ λοιπὰς μόγις διέσωσαν εἰς Ἐρέτριαν.
彼らは海戦の開始の仕方も悪く、また危難に際しても意気地なく持ちこたえたため、二十二隻の船を失い、残りの船を辛うじてエレトリアへと逃れさせた。
§13.36.5τούτων δὲ πραχθέντων οἱ σύμμαχοι τῶν Ἀθηναίων διά τε τὰς περὶ Σικελίαν ἀτυχίας καὶ διὰ τὰς τῶν ἡγεμόνων καχεξίας μεθίσταντο πρὸς Λακεδαιμονίους.
\n\nこれらのことが起きると、アテナイの同盟国は、シケリアでの不運と指導者たちの無能さのために、ラケダイモン人の側へと寝返っていった。
συμμάχου δʼ ὄντος τοῖς Λακεδαιμονίοις Δαρείου τοῦ Περσῶν βασιλέως, Φαρνάβαζος ὁ τῶν ἐπὶ θαλάττης τόπων ἔχων τὴν στρατηγίαν ἐχορήγει χρήματα τοῖς Λακεδαιμονίοις·
ペルシア王ダレイオスがラケダイモン人の同盟者であったため、沿海地方の将軍職にあったファルナバゾスがラケダイモン人に資金を供給していた。
μετεπέμψατο δὲ καὶ τὰς ἐκ Φοινίκης τριήρεις τριακοσίας, διαλογιζόμενος ἀποστεῖλαι τοῖς Λακεδαιμονίοις ἐπὶ τὴν βοήθειαν.
また彼は、救援のためにラケダイモン人へと送ることを意図して、フェニキアからの三段櫂船三百隻も呼び寄せた。