Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.37.1-13.37.6

阿尔西比亚德斯游说督抚法尔纳巴佐斯

第 216 段,共 723 段 · 希腊语

内容简介

在雅典惨败、所有人皆预料战争行将结束之际,阿尔西比亚德斯说服波斯督抚法尔纳巴佐斯停止援助拉克代蒙人,从而为雅典的复兴铺平了道路。

§13.37.1τοιούτων δʼ ἐλαττωμάτων τοῖς Ἀθηναίοις εἰς ἕνα καιρὸν συνδραμόντων ἅπαντες καταλελύσθαι τὸν πόλεμον διειλήφεισαν· οὐκέτι γὰρ τοὺς Ἀθηναίους οὐδὲ τὸν ἐλάχιστον χρόνον οὐδεὶς ἤλπιζε τοιαῦτα ὑποστήσεσθαι.
由于如此多的失败在同一时间降临到雅典人身上,所有人都认为战争已经结束;因为没有人再指望雅典人能哪怕多支撑极短的时间去承受这样的打击。
οὐ μὴν τὰ πράγματά γε τῇ τῶν πολλῶν ὑπολήψει τέλος ἔσχεν ἀκόλουθον, ἀλλʼ εἰς τοὐναντίον πάντα διὰ τὰς τῶν διαπολεμούντων ὑπεροχὰς μεταπεσεῖν συνέβη διὰ τοιαύτας αἰτίας.
然而,事态的发展并没有产生与大众预期相符的结局,相反,由于交战双方领导者的卓越能力,一切都因以下原因走向了反面。
§13.37.2Ἀλκιβιάδης φυγὰς ὢν ἐξ Ἀθηνῶν συνεπολέμησε χρόνον τινὰ τοῖς Λακεδαιμονίοις, καὶ μεγάλας ἐν τῷ πολέμῳ χρείας παρέσχετο· ἦν γὰρ καὶ λόγῳ δυνατώτατος καὶ τόλμῃ πολὺ προέχων τῶν πολιτῶν, ἔτι δʼ εὐγενείᾳ καὶ πλούτῳ πρῶτος Ἀθηναίων.
作为来自雅典的流亡者,阿尔西比亚德斯曾与拉克代蒙人共同作战了一段时间,并在战争中提供了巨大的协助;因为他不仅在言辞上最具影响力,在胆识上也远远超越其他公民,而且在出身和财富上也是雅典人的首要人物。
§13.37.3οὗτος οὖν ἐπιθυμῶν τῆς εἰς τὴν πατρίδα τυχεῖν καθόδου, πάντα ἐμηχανᾶτο πρὸς τὸ τοῖς Ἀθηναίοις πρᾶξαί τι τῶν χρησίμων, καὶ μάλιστʼ ἐν οἷς καιροῖς ἐδόκουν τοῖς ὅλοις ἐλαττοῦσθαι.
因此,他极渴望重返祖国,便千方百计地为雅典人做一些有益的事,特别是在雅典人看似全盘落败的关头。
§13.37.4ἔχων οὖν φιλίαν πρὸς Φαρνάβαζον τὸν Δαρείου σατράπην, καὶ θεωρῶν αὐτὸν μέλλοντα τριακοσίας ναῦς ἀποστέλλειν τοῖς Λακεδαιμονίοις εἰς συμμαχίαν, ἔπεισεν ἀποστῆναι τῆς πράξεως· ἐδίδασκε γὰρ ὡς οὐ συμφέρει τῷ βασιλεῖ τοὺς Λακεδαιμονίους ποιεῖν ἄγαν ἰσχυρούς· οὐ γὰρ συνοίσειν Πέρσαις· κρεῖττον οὖν εἶναι περιορᾶν τοὺς διαπολεμοῦντας ἴσους ὄντας, ὅπως πρὸς ἀλλήλους ὡς πλεῖστον χρόνον διαφέρωνται.
由于他与大流士的督抚法尔纳巴佐斯有交情,且看到他正准备派遣三百艘船只去援助拉克代蒙人,便说服他放弃这一行动;因为他向其解释道,使拉克代蒙人过于强大对国王并不利,因为这对波斯人没有好处;因此,最好是任由交战双方保持均势,以便他们能尽可能长久地互相争斗。
§13.37.5ὅθεν ὁ Φαρνάβαζος διαλαβὼν εὖ λέγειν τὸν Ἀλκιβιάδην, πάλιν τὸν στόλον ἀπέστειλεν εἰς Φοινίκην.
法尔纳巴佐斯认为阿尔西比亚德斯所言极是,于是将舰队送回了腓尼基。
τότε μὲν οὖν τηλικαύτην τῶν Λακεδαιμονίων συμμαχίαν παρείλατο· μετὰ δέ τινα χρόνον τυχὼν τῆς καθόδου, καὶ δυνάμεως ἡγησάμενος, πολλαῖς μὲν μάχαις ἐνίκησε Λακεδαιμονίους, καὶ τελέως τὰ τῶν Ἀθηναίων πράγματα πεσόντα πάλιν ἤγειρεν.
在那时,他夺走了拉克代蒙人如此巨大的外援;但一段时间后,他得以重返雅典并统领军队,在多场战役中击败了拉克代蒙人,使完全一蹶不振的雅典局势重新振作起来。
§13.37.6ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἀκριβέστερον ἐροῦμεν, ἵνα μὴ παρὰ φύσιν προλαμβάνωμεν τῇ γραφῇ τοὺς καιρούς.
但关于这些事情,我们将在适当的时候进行更详尽的叙述,以免我们在写作中违背自然顺序而提前叙述了这些时局。

词汇与语法注释

  1. 13.37.1τοιούτων δʼ ἐλαττωμάτων τοῖς Ἀθηναίοις εἰς ἕνα καιρὸν συνδραμόντων — 独立属格结构。由名词短语 `τοιούτων ἐλαττωμάτων` 与分词 `συνδραμόντων`(`συντρέχω` 的不定过去时主动分词)构成。与格 `τοῖς Ἀθηναίοις` 表示不及物动词 `συντρέχω`(降临、发生)所指代的不利事态所波及的对象。
  2. 13.37.1τῇ τῶν πολλῶν ὑπολήψει τέλος ἔσχεν ἀκόλουθον — 与格 `τῇ ... ὑπολήψει` 依存于形容词 `ἀκόλουθον`(与……一致、相随)。在语法上,`ἀκόλουθον` 作为修饰宾语 `τέλος` 的表语性形容词(宾语补足语),意为“事态的发展并没有产生与大众预期相符的结局”。
  3. 13.37.4οὐ γὰρ συνοίσειν Πέρσαις — 由主句动词 `ἐδίδασκε` 引导的间接引语(“对格+不定式”结构)的一部分。其主语(使拉克代蒙人强大)在语境中被省略。`συνοίσειν` 是与 `συμφέρω`(有利)同义的动词的将来时不定式,后接与格 `Πέρσαις`。
  4. 13.37.4περιορᾶν τοὺς διαπολεμούντας ἴσους ὄντας — 动词 `περιοράω`(漠视、听任)后接补充性分词 `ἴσους ὄντας`,修饰其宾语 `τοὺς διαπολεμούντας`(交战者们),意为“听任交战双方保持均势(处于对等状态)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.37.1-13.37.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.37.1-13.37.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。