§13.35.1διόπερ οἱ Συρακόσιοι τοὺς φρονήσει διαφέροντας τῶν πολιτῶν εἵλοντο νομοθέτας, ὧν ἦν ἐπιφανέστατος Διοκλῆς.
因此,叙拉古人选出市民中在智慧上杰出的人作为立法者,其中最著名的是狄奥克勒斯。
τοσοῦτο γὰρ τῶν ἄλλων διήνεγκε συνέσει καὶ δόξῃ, ὥστε τῆς νομοθεσίας ὑπὸ πάντων κοινῇ γραφείσης ὀνομασθῆναι τοὺς νόμους Διοκλέους.
因为他在智力和声望上远远超过了其他人,以至于尽管立法是由大家共同起草的,但这些法律却被称为“狄奥克勒斯之法”。
§13.35.2οὐ μόνον δὲ τὸν ἄνδρα τοῦτον ζῶντα ἐθαύμασαν οἱ Συρακόσιοι, ἀλλὰ καὶ τελευτήσαντα τιμαῖς ἡρωικαῖς ἐτίμησαν καὶ νεὼν ᾠκοδόμησαν δημοσίᾳ τὸν ὕστερον ὑπὸ Διονυσίου κατὰ τὴν τειχοποιίαν καθαιρεθέντα.
叙拉古人不仅在这位伟人生前崇敬他,而且在他死后也以英雄的荣誉来祭祀他,并用公款建造了一座神庙,该神庙后来在狄奥尼修斯建造城墙时被拆毁。
ἐθαυμάσθη δὲ ὁ ἀνὴρ οὗτος καὶ παρὰ τοῖς ἄλλοις Σικελιώταις·
此人也在其他西西里人中受到敬仰。
§13.35.3πολλαὶ γοῦν τῶν κατὰ τὴν νῆσον πόλεων χρώμεναι διετέλεσαν τοῖς τούτου νόμοις, μέχρι ὅτου πάντες οἱ Σικελιῶται τῆς Ῥωμαίων πολιτείας ἠξιώθησαν.
事实上,岛上的许多城市一直使用他的法律,直到所有西西里人都获得罗马公民权。
οἱ δʼ οὖν Συρακόσιοι κατὰ τοὺς νεωτέρους χρόνους κατὰ μὲν Τιμολέοντα νομοθετήσαντος αὐτοῖς Κεφάλου, κατὰ δὲ τὸν Ἱέρωνα τὸν βασιλέα Πολυδώρου, οὐδέτερον αὐτῶν ὠνόμασαν νομοθέτην, ἀλλʼ ἢ ἐξηγητὴν τοῦ νομοθέτου, διὰ τὸ τοὺς νόμους γεγραμμένους ἀρχαίᾳ διαλέκτῳ δοκεῖν εἶναι δυσκατανοήτους.
总之,在后来的时期里,尽管在提摩莱翁时代有凯法鲁斯为叙拉古人制定法律,在国王希伦时代有波吕多罗斯制定法律,但叙拉古人并没有把他们中的任何一个称为“立法者”,而只是称为“立法者的解释者”,因为这些法律是用古老的方言写成的,显得难以理解。
§13.35.4μεγάλης δὲ οὔσης κατὰ τὴν νομοθεσίαν ἀναθεωρήσεως, μισοπόνηρος μὲν φαίνεται διὰ τὸ πάντων τῶν νομοθετῶν πικρότατα πρόστιμα θεῖναι κατὰ πάντων τῶν ἀδικούντων, δίκαιος δʼ ἐκ τοῦ περιττότερον τῶν πρὸ αὐτοῦ κατʼ ἀξίαν ἑκάστῳ τὸ ἐπιτίμιον ὑπάρξαι, πραγματικὸς δὲ καὶ πολύπειρος ἐκ τοῦ πᾶν ἔγκλημα καὶ πρᾶγμα δημόσιόν τε καὶ ἰδιωτικὸν ἀμφισβητούμενον ὡρισμένης ἀξιῶσαι τιμωρίας· ἔστι δὲ καὶ κατὰ τὴν λέξιν σύντομος καὶ πολλὴν τοῖς ἀναγινώσκουσιν ἀπολείπων ἀναθεώρησιν.
在他的立法中有很多值得深思的地方:从他对所有作恶者制定了所有立法者中最严厉的处罚来看,他似乎是一个憎恨邪恶的人;从他比前人更精确地根据每个人的功过给予相应的惩罚来看,他似乎是一个公正的人;从他认为每一项罪行以及每一件有争议的公私事务都应该有明确的惩罚来看,他似乎是一个务实且经验丰富的人;而且他的文风简练,给读者留下了许多思考的空间。
§13.35.5ἐμαρτύρησε δʼ αὐτοῦ τὴν ἀρετὴν καὶ τὴν σκληρότητα τῆς ψυχῆς ἡ περὶ τὴν τελευτὴν περιπέτεια.
围绕他死亡的戏剧性变故证实了他的美德和灵魂的刚毅。
ταῦτα μὲν οὖν ἀκριβέστερον εἰπεῖν προήχθην διὰ τὸ τοὺς πλείους τῶν συγγραφέων ὀλιγωρότερον περὶ αὐτοῦ διειλέχθαι.
那么,我之所以被引导更详细地讲述这些事情,是因为大多数历史学家对他谈得过于草率。