Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.26.1-13.26.3

尼科劳斯述雅典的恩惠与宽待战俘

第 205 段,共 723 段 · 希腊语

内容简介

尼科劳斯主张不应效仿他国的恶劣先例,并通过回顾雅典对希腊文明做出的伟大贡献(包括食物、法律及对求庇护者的保护),呼吁宽大对待俘虏。

§13.26.1ναί, ἀλλά τινες τῶν Ἑλλήνων ἀπέσφαξαν τοὺς αἰχμαλώτους.
“是的,但希腊人中有些人屠杀了俘虏。
τί οὖν;
”那又怎样?
εἰ μὲν αὐτοῖς ἐκ ταύτης τῆς πράξεως ἔπαινοι τυγχάνουσι, μιμησώμεθα τοὺς τῆς δόξης πεφροντικότας· εἰ δὲ παρὰ πρώτων ἡμῶν τυγχάνουσι κατηγορίας, μηδὲ αὐτοὶ πράξωμεν τὰ αὐτὰ τοῖς ὁμολογουμένως ἡμαρτηκόσι.
如果他们因这种行为而获得赞赏,就让我们效仿那些注重名誉的人;但如果他们首先受到我们自己的谴责,那我们自己就不要做出与那些公认犯错之人相同的事。
§13.26.2μέχρι μὲν γὰρ τοῦ μηδὲν ἀνήκεστον πεπονθέναι τοὺς εἰς τὴν ἡμετέραν πίστιν ἑαυτοὺς παραδόντας, ἅπαντες καταμέμψονται δικαίως τὸν Ἀθηναίων δῆμον· ἐὰν δὲ ἀκούσωσι παρὰ τὰ κοινὰ νόμιμα τοὺς αἰχμαλώτους παρεσπονδημένους, ἐφʼ ἡμᾶς μετοίσουσι τὴν κατηγορίαν.
因为只要那些信任并投降我们的人还没有遭受毁灭性的灾难,所有人都会理所当然地谴责雅典人民;但如果他们听说俘虏违背共同惯例而受到不公对待,他们就会把谴责转向我们。
καὶ γὰρ εἴ τινων ἄλλων, Ἀθηναίων ἄξιόν ἐστιν ἐντραπῆναι μὲν τὸ τῆς πόλεως ἀξίωμα, χάριν δʼ αὐτοῖς ἀπομερίσαι τῶν εἰς ἄνθρωπον εὐεργετημάτων.
事实上,如果对其他任何人需要如此,对雅典人而言,尊重他们城市的尊严,并为他们对人类的恩惠回报以感激,才是理所应当的。
§13.26.3οὗτοι γάρ εἰσιν οἱ πρῶτοι τροφῆς ἡμέρου τοῖς Ἕλλησι μεταδόντες, ἣν ἰδίᾳ παρὰ θεῶν λαβόντες τῇ χρείᾳ κοινὴν ἐποίησαν· οὗτοι νόμους εὗρον, διʼ οὓς ὁ κοινὸς βίος ἐκ τῆς ἀγρίας καὶ ἀδίκου ζωῆς εἰς ἥμερον καὶ δικαίαν ἐλήλυθε συμβίωσιν· οὗτοι πρῶτοι τοὺς καταφυγόντας διασώσαντες τοὺς περὶ τῶν ἱκετῶν νόμους παρὰ πᾶσιν ἀνθρώποις ἰσχῦσαι παρεσκεύασαν·
因为正是他们最先将文明的食物分享给希腊人,他们从神明那里私下获得这食物,并通过使用使其成为公用之物;是他们发明了法律,借此共同生活得以从野蛮和不公的生存状态,过渡到文明且正义的共同生活;是他们最先营救了避难者,使关于求庇护者的法律在全人类中产生效力。
ὧν ἀρχηγοὺς γενομένους οὐκ ἄξιον αὐτοὺς ἀποστερῆσαι.
剥夺他们作为其先驱的这些事物是不应当的。
καὶ ταῦτα μὲν πρὸς ἅπαντας· ἰδίᾳ δʼ ἐνίους ὑπομνήσω τῶν φιλανθρώπων.
这些话是对大家说的;至于个别人,我将单独提醒他们那些仁慈的行为。

词汇与语法注释

  1. §13.26.2μέχρι μὲν γὰρ τοῦ μηδὲν ἀνήκεστον πεπονθέναι — 介词 μέχρι 接属格冠词不定式 τοῦ πεπονθέναι。该不定式的主语为后文的 τοὺς ... παραδόντας,在否定词 μηδέν 的修饰下,表示尚未发生的状态:“在(投降者)尚未遭受任何致命灾难期间”。
  2. §13.26.2εἴ τινων ἄλλων — 表示让步的省略表达,相当于 εἰ ἄξιόν ἐστιν ἐντραπῆναί τινας ἄλλους(“如果尊重其他任何人是应当的”)。在整句中起到特别强调雅典人的作用。
  3. §13.26.3ὧν ἀρχηγοὺς γενομένους οὐκ ἄξιον αὐτοὺς ἀποστερῆσαι — 动词 ἀποστερέω(剥夺)要求被剥夺之物用属格,被剥夺之人用宾格。在此处,属格关系代词 ὧν(指代前文提到的三项恩惠)表示被剥夺之物,宾格 αὐτούς(指雅典人)表示被剥夺之人。分词短语 ἀρχηγοὺς γενομένους 与 αὐτούς 一致,意为“(作为那些恩惠)先驱者的(他们)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.26.1-13.26.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.26.1-13.26.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。