§13.25.1εἰ δʼ, ὅπερ εἰκός ἐστι, παύσεσθε πολεμοῦντες, τίνα καλλίω καιρὸν εὑρήσετε τοῦ νῦν ὑπάρχοντος, ἐν ᾧ τὴν πρὸς τοὺς ἐπταικότας φιλανθρωπίαν ἀφορμὴν τῆς φιλίας ποιήσεσθε;
如果正如理所当然的那样,你们将停止战争,那么你们还能找到比现在更好的机会吗? 在此时机中,你们可以将对受挫者的仁慈转化为友谊的开端。
μὴ γὰρ οἴεσθε τὸν τῶν Ἀθηναίων δῆμον τελέως ἐξησθενηκέναι διὰ τὴν ἐν Σικελίᾳ συμφοράν, ὃς κρατεῖ σχεδὸν τῶν τε κατὰ τὴν Ἑλλάδα νήσων ἁπασῶν, καὶ τῆς παραλίου τῆς τε κατὰ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ἔχει τὴν ἡγεμονίαν.
绝不要以为雅典人民因在西西里的惨败而彻底衰落,他们几乎统治着希腊境内的所有岛屿,并掌握着欧洲和亚洲沿岸地区的霸权。
§13.25.2καὶ γὰρ πρότερον περὶ τὴν Αἴγυπτον τριακοσίας τριήρεις αὐτάνδρους ἀπολέσας τὸν δοκοῦντα κρατεῖν βασιλέα συνθήκας ἀσχήμονας ποιεῖν ἠνάγκασε, καὶ πάλιν ὑπὸ Ξέρξου τῆς πόλεως κατασκαφείσης μετʼ ὀλίγον κἀκεῖνον ἐνίκησε καὶ τῆς Ἑλλάδος τὴν ἡγεμονίαν ἐκτήσατο.
因为在此前,他们也曾在埃及附近损失了三百艘载满船员的战船,却仍迫使那位被公认为统治者的国王签下了屈辱的条约;当城市再次被薛西斯夷为平地后,他们不久便击败了他,并赢得了希腊的霸权。
§13.25.3ἀγαθὴ γὰρ ἡ πόλις ἐν τοῖς μεγίστοις ἀτυχήμασι μεγίστην ἐπίδοσιν λαβεῖν καὶ μηδέποτε ταπεινὸν μηδὲν βουλεύεσθαι.
因为这个城市擅长在最大的不幸中取得最大的跃升,且绝不做出任何卑躬屈膝的决议。
καλὸν οὖν ἀντὶ τοῦ τὴν ἔχθραν ἐπαύξειν συμμάχους αὐτοὺς ἔχειν φεισαμένους τῶν αἰχμαλώτων.
因此,与其增加敌意,不如宽免这些捕虏,将他们化为盟友,这才是高尚的。
§13.25.4ἀνελόντες μὲν γὰρ αὐτοὺς τῷ θυμῷ μόνον χαριούμεθα, τὴν ἄκαρπον ἐπιθυμίαν ἐκπληροῦντες, φυλάξαντες δὲ παρὰ μὲν τῶν εὖ παθόντων τὴν χάριν ἕξομεν, παρὰ δὲ τῶν ἄλλων ἁπάντων τὴν εὐδοξίαν.
因为如果我们杀掉他们,我们只是在满足无谓的欲望以迎合一时的愤怒;但若保全他们,我们不仅能获得受惠者的感激,还能赢得所有其他人的美誉。