§13.27.1ὅσοι μὲν γὰρ λόγου καὶ παιδείας ἐν τῇ πόλει μετεσχήκατε, δότε τὸν ἔλεον τοῖς τὴν πατρίδα κοινὸν παιδευτήριον παρεχομένοις πᾶσιν ἀνθρώποις· ὅσοι δὲ τῶν ἁγνοτάτων μυστηρίων μετειλήφατε, σώσατε τοὺς μυήσαντας, οἱ μὲν ἤδη μετεσχηκότες τῶν φιλανθρωπιῶν τὴν χάριν διδόντες τῆς εὐεργεσίας, οἱ δὲ μέλλοντες μεταλήψεσθαι μὴ παραιρούμενοι τῷ θυμῷ τὴν ἐλπίδα.
实际上,凡是在这座城市中分享了言论和教育的人,请对那些将祖国作为全人类共同教育场所的人展现怜悯;凡是参与过最神圣秘仪的人,请营救那些曾引导你们入会的人,其中已经分享了他们仁慈的人要对这恩惠报以感激,而将要参与的人则不要让自己的希望被愤怒所剥夺。
§13.27.2ποῖος γὰρ τόπος τοῖς ξένοις βάσιμος εἰς παιδείαν ἐλευθέριον τῆς Ἀθηναίων πόλεως ἀνῃρημένης;
因为如果雅典人的城市被摧毁,异乡人还有什么地方可以去接受自由人的教育呢?
βραχὺ τὸ διὰ τὴν ἁμαρτίαν μῖσος, μεγάλα δὲ καὶ πολλὰ τὰ πρὸς εὔνοιαν αὐτοῖς εἰργασμένα.
因其过错而产生的恨意是微不足道的,而他们出于好意所做的伟大而众多的功绩却是丰厚的。
χωρὶς δὲ τῆς περὶ τὴν πόλιν ἐντροπῆς καὶ κατʼ ἰδίαν ἄν τις τοὺς αἰχμαλώτους ἐξετάζων εὕροι δικαίως ἐλέου τυγχάνοντας.
除去对这座城市的敬畏,任何人若单独审视这些俘虏,都会发现他们理所应当获得怜悯。
οἱ μὲν γὰρ σύμμαχοι τῇ τῶν κρατούντων ὑπεροχῇ βιασθέντες ἠναγκάσθησαν συστρατεύειν.
因为盟友们是被统治者的压倒性力量所强迫,才不得不一同出征的。
§13.27.3διόπερ εἰ τοὺς ἐξ ἐπιβολῆς ἀδικήσαντας δίκαιόν ἐστι τιμωρεῖσθαι, τοὺς ἀκουσίως ἐξαμαρτάνοντας προσῆκον ἂν εἴη συγγνώμης ἀξιοῦν.
因此,如果惩罚那些蓄意作恶的人是正义的,那么宽恕那些无意中犯错的人便是合宜的。
τί λέγω Νικίαν, ὃς ἀπʼ ἀρχῆς τὴν πολιτείαν ὑπὲρ Συρακοσίων ἐνστησάμενος μόνος ἀντεῖπεν ὑπὲρ τῆς εἰς Σικελίαν στρατείας, ἀεὶ δὲ τῶν παρεπιδημούντων Συρακοσίων φροντίζων καὶ πρόξενος ὢν διατετέλεκεν;
我何必多提尼西阿斯呢? 他从一开始就在雅典为叙拉古人的利益进行政治活动,唯独他一人反对远征西西里,并且一直关照旅居雅典的叙拉古人,担任他们的外交代理人。
§13.27.4ἄτοπον οὖν Νικίαν κολάζεσθαι τὸν ὑπὲρ ἡμῶν Ἀθήνησι πεπολιτευμένον, καὶ διὰ μὲν τὴν εἰς ἡμᾶς εὔνοιαν μὴ τυχεῖν φιλανθρωπίας, διὰ δὲ τὴν ἐν τοῖς κοινοῖς ὑπηρεσίαν ἀπαραιτήτῳ περιπεσεῖν τιμωρίᾳ, καὶ τὸν μὲν ἐπαγαγόντα τὸν πόλεμον ἐπὶ Συρακοσίους Ἀλκιβιάδην ἅμα καὶ παρʼ ἡμῶν καὶ παρʼ Ἀθηναίων ἐκφυγεῖν τὴν τιμωρίαν, τὸν δʼ ὁμολογουμένως φιλανθρωπότατον Ἀθηναίων γεγενημένον μηδὲ τοῦ κοινοῦ τυχεῖν ἐλέου.
因此,在雅典为我们的利益而参与政治的尼西阿斯遭受惩罚,因对我们的善意而得不到仁慈,却因履行公共职务而陷入无法挽回的惩罚,这是荒谬的;而将战争引向叙拉古人的阿尔西比亚德斯却同时免受我们和雅典人的惩罚,而公认是雅典人中最具人道精神的尼西阿斯,却连共同的怜悯都无法获得,这也是荒谬的。
§13.27.5διόπερ ἔγωγε τὴν τοῦ βίου μεταβολὴν θεωρῶν ἐλεῶ τὴν τύχην.
因此,我本人目睹人生的转变,怜悯他的命运。
πρότερον μὲν γὰρ ἐν τοῖς ἐπισημοτάτοις τῶν Ἑλλήνων ὑπάρχων καὶ διὰ τὴν καλοκἀγαθίαν ἐπαινούμενος μακαριστὸς ἦν καὶ περίβλεπτος κατὰ πᾶσαν πόλιν· §13.27.6νυνὶ δʼ ἐξηγκωνισμένος καὶ ἐν ἀσχήμονί χιτῶνι προσόψει τῶν τῆς αἰχμαλωσίας οἰκτρῶν πεπείραται, καθαπερεὶ τῆς τύχης ἐν τῷ τούτου βίῳ τὴν ἑαυτῆς δύναμιν ἐπιδείξασθαι βουλομένης.
因为在此之前,他是希腊人中最杰出的人物之一,因其高尚的品德而受到赞扬,在每座城市都受到祝福和瞩目;如今他却被反绑着双手,穿着破烂的衣裳,亲身体会了囚禁的悲惨境遇,仿佛命运想在这个人的生命中展示自己的力量。
ἧς τὴν εὐημερίαν ἀνθρωπίνως ἡμᾶς ὑπενεγκεῖν προσήκει καὶ μὴ βάρβαρον ὠμότητα πρὸς ὁμοεθνεῖς ἀνθρώπους ἐνδείξασθαι.
我们理当以合乎人道的方式去对待这种运命的繁荣(即我们眼前的幸运),而不要对同族的人展现出野蛮的残酷。