Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.24.1-13.24.6

尼科劳斯论对哀求者的怜悯与交换战俘的先例

第 203 段,共 723 段 · 希腊语

内容简介

尼科劳斯解释了战胜者应当对失败者展现怜悯的原因,指出求饶会引发人们的同理心,并援引斯巴达与雅典过去释放俘虏的先例,同时警告人们命运盛衰无常。

§13.24.1πάντες δὲ ἀνατείνονται μὲν πρὸς τοὺς ἀντιταττομένους, εἴκουσι δὲ τοῖς ὑποπεπτωκόσιν, ὧν μὲν τὴν τόλμαν καταπονοῦντες, ὧν δὲ τὴν ἀτυχίαν οἰκτείροντες.
所有人面对严阵以待的对手时都会重整旗鼓,但对屈服的人让步,击碎前者的狂妄,同时怜悯后者的不幸。
θραύεται γὰρ ἡμῶν ὁ θυμός, ὅταν ὁ πρότερον ἐχθρὸς ὢν ἐκ μεταβολῆς ἱκέτης γενόμενος ὑπομένῃ παθεῖν ὅ,τι ἂν δοκῇ τοῖς κρατοῦσιν.
因为当曾经的敌人因局势逆转而成为哀求者,并甘愿承受战胜者所决定的一切处置时,我们的怒火就会熄灭。
§13.24.2ἁλίσκονται δʼ, οἶμαι, τῶν ἡμέρων ἀνδρῶν αἱ ψυχαὶ μάλιστά πως ἐλέῳ διὰ τὴν κοινὴν τῆς φύσεως ὁμοπάθειαν.
我想,温合之人的心灵,正是由于人类天性中共同的同理心,最容易被怜悯所打动。
Ἀθηναῖοι γὰρ κατὰ τὸν Πελοποννησιακὸν πόλεμον εἰς τὴν Σφακτηρίαν νῆσον πολλοὺς τῶν Λακεδαιμονίων κατακλείσαντες καὶ λαβόντες αἰχμαλώτους ἀπελύτρωσαν τοῖς Σπαρτιάταις.
事实上,在伯罗奔尼撒战争期间,雅典人在斯法克特里亚岛包围并俘虏了许多拉刻代蒙人,但他们还是把这些俘虏放还给了斯巴达人。
§13.24.3πάλιν Λακεδαιμόνιοι πολλοὺς τῶν Ἀθηναίων καὶ τῶν συμμάχων αἰχμαλωτισάμενοι παραπλησίως ἐχρήσαντο.
轮到拉刻代蒙人俘虏了许多雅典人及其盟友时,他们也采取了相似的态度。
καὶ καλῶς ἀμφότεροι ταῦτʼ ἔπραξαν.
双方的这一做法都堪称高尚。
δεῖ γὰρ τοῖς Ἕλλησι τὴν ἔχθραν εἶναι μέχρι τῆς νίκης, καὶ κολάζειν μέχρι τοῦ κρατῆσαι τῶν ἐναντίων.
因为在希腊人中,敌意应当止于胜利,惩罚也应当止于战胜对手。
§13.24.4ὁ δὲ περαιτέρω τὸν ὑποπεσόντα καὶ πρὸς τὴν τοῦ κρατοῦντος εὐγνωμοσύνην προσφεύγοντα τιμωρούμενος οὐκέτι τὸν ἐχθρὸν κολάζει, πολὺ δὲ μᾶλλον ἀδικεῖ τὴν ἀνθρωπίνην ἀσθένειαν.
然而,若有人对已经屈服并寻求战胜者宽大对待的人施加超出此限度的惩罚,他便不再是在惩罚敌人,而更是在对人类的软弱犯下极大的不义。
§13.24.5εἴποι γὰρ ἄν τις πρὸς τὴν τοῦ τοιούτου σκληρότητα τὰς τῶν πάλαι σοφῶν ἀποφάσεις, ἄνθρωπε, μὴ μέγα φρόνει, γνῶθι σαυτόν, ἰδὲ τὴν τύχην ἁπάντων οὖσαν κυρίαν.
因为,面对这种人的残酷,人们大可以引用昔日智者的名言:“人啊,切勿骄狂,认识你自己,看清命运才是万物的主宰。
τίνος γὰρ χάριν οἱ πρόγονοι πάντων τῶν Ἑλλήνων ἐν ταῖς κατὰ πόλεμον νίκαις κατέδειξαν οὐ διὰ λίθων, διὰ δὲ τῶν τυχόντων ξύλων ἱστάναι τὰ τρόπαια;
”因为,出于何种原因,所有希腊人的先祖在战争获胜时,确立了不用石头、而用普通的木头来树立凯旋碑的习俗呢?
§13.24.6ἆρʼ οὐχ ὅπως ὀλίγον χρόνον διαμένοντα ταχέως ἀφανίζηται τὰ τῆς ἔχθρας ὑπομνήματα;
难道不正是为了让这些敌意的纪念物只留存短暂的时间,从而迅速消失吗?
καθόλου δʼ εἰ μὲν αἰώνιον ἵστασθαι τὴν διαφορὰν βούλεσθε, μάθετε τὴν ἀνθρωπίνην ἀσθένειαν ὑπερφρονοῦντες· εἷς γὰρ καιρὸς καὶ βραχεῖα ῥοπὴ τύχης ταπεινοῖ πολλάκις τοὺς ὑπερηφάνους.
总之,如果你们希望争端永久存在,那么,蔑视人类软弱的人啊,吸取教训吧:因为仅一次契机和命运的微小偏转,就常常让傲慢者变得卑微。

词汇与语法注释

  1. 13.24.1ὧν μὲν ... ὧν δὲ ... — 两个属格关系代词 ὧν 分别指代前句中的先行词 τοὺς ἀντιταττομένους(反抗者)和 τοῖς ὑποπεπτωκόσιν(屈服者),并作为所有格属格修饰分词的宾语 τὴν τόλμαν(勇气/狂妄)和 τὴν ἀτυχίαν(不幸)。
  2. 13.24.3τοῖς Ἕλλησι — 无人称动词 δεῖ 通常要求宾格加不定式(A.c.I.)结构,但此处 τοῖς Ἕλλησι 与不定式 εἶναι 连用,充当“领有与格”,意为“对于希腊人而言,敌意应当存在……”。或者,亦开解释为 δεῖ 直接支配与格(“对希腊人而言是必要的”),而不定式短语作为补充。
  3. 13.24.6ὑπερφρονοῦντες — 关于分词 ὑπερφρονοῦντες 的解释,有两种主要路径:一种是将其视为动词 μάθετε 的补充分词(“要意识到你们正在蔑视人类的软弱”),另一种是将其视为与主语一致的修饰分词(“那些蔑视人类软弱的人啊,吸取教训吧”)。此处采用后者(带有谴责或呼吁意味的伴随状况分词),以更贴合诫勉傲慢的整体逻辑语境。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.24.1-13.24.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.24.1-13.24.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。