Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.23.1-13.23.5

尼科劳斯主张缔结友谊与勿立残酷先例

第 202 段,共 723 段 · 希腊语

内容简介

尼科劳斯主张叙拉古人应当开启友谊并以怜悯平息争端,敦促他们温和对待雅典人。他指出命运会发生逆转,这使得他们未来某天也可能需要他人的怜悯,并警告不要立下无情的先例。

§13.23.1καλόν, ὦ ἄνδρες Συρακόσιοι, κατάρξασθαι φιλίας, καὶ τῷ τῶν ἠτυχηκότων ἐλέῳ σπείσασθαι τὴν διαφοράν.
叙拉古的男子汉们,开始友谊,并通过对遭遇不幸者的怜悯来平息争端,这是一件美好的事。
δεῖ γὰρ τὴν μὲν πρὸς τοὺς φίλους εὔνοιαν ἀθάνατον φυλάττειν, τὴν δὲ πρὸς τοὺς ἐναντίους ἔχθραν θνητήν· οὕτω γὰρ συμβήσεται τοὺς μὲν συμμάχους γίνεσθαι πλείους, τοὺς δὲ πολεμίους ἐλάττους.
因为我们应当将对朋友的善意视为永久而加以保持,而对对手的敌意则视为终将消逝而加以保持;因为这样一来,盟友就会变得更多,而敌人则会变得更少。
§13.23.2τὴν δὲ διαφορὰν αἰώνιον διαφυλάττοντας παραδιδόναι παισὶ παίδων οὔτʼ εὔγνωμον οὔτε ἀσφαλές· ἐνίοτε γὰρ οἱ δοκοῦντες ὑπερέχειν ἐν ῥοπῇ καιροῦ τῶν πρότερον ὑποπεπτωκότων ἀσθενέστεροι γίνονται.
然而,将争端作为永久之物加以保持并传给子子孙孙,这既不聪明也不安全;因为有时那些看似优越的人,在时机的转瞬倾斜中,会变得比先前屈服的人更为软弱。
§13.23.3μαρτυρεῖ δʼ ὁ νῦν γενόμενος πόλεμος· οἱ γὰρ ἐπὶ πολιορκίᾳ παραγενόμενοι καὶ διὰ τὴν ὑπεροχὴν ἀποτειχίσαντες τὴν πόλιν ἐκ μεταβολῆς αἰχμάλωτοι γεγόνασιν, ὡς ὁρᾶτε.
如今发生的战争就证明了这一点:因为那些为了围城而来、并因其优势而用围墙阻隔我们城市的人,在局势逆转后已经沦为俘虏,正如你们所见。
καλὸν οὖν ἐν ταῖς τῶν ἄλλων ἀτυχίαις ἡμέρους φανέντας ἕτοιμον ἔχειν τὸν παρὰ πάντων ἔλεον, ἐάν τι συμβαίνῃ τῶν ἀνθρωπίνων.
因此,在别人的不幸中表现出温和,从而在人类的某种变故发生时,准备好接受所有人的怜悯,这是一件美好的事。
πολλὰ γὰρ ὁ βίος ἔχει παράδοξα, στάσεις πολιτικάς, λῃστείας, πολέμους, ἐν οἷς οὐ ῥᾴδιον διαφεύγειν τὸν κίνδυνον ἄνθρωπον ὄντα.
因为生活中有许多出乎意料的事,如内乱、劫掠、战争,在这些事情中,作为人,想要逃脱危险并非易事。
§13.23.4διόπερ εἰ τὸν πρὸς τοὺς ὑποπεπτωκότας ἔλεον ἀποκόψομεν, πικρὸν καθʼ ἑαυτῶν νόμον θήσομεν εἰς ἅπαντα τὸν αἰῶνα.
因此,如果我们切断对屈服者的怜悯,我们将为自己立下一条贯穿所有世代的严酷法令。
οὐ γὰρ δυνατὸν τοὺς ἄλλοις ἀνημέρως χρησαμένους αὐτοὺς παρʼ ἑτέρων τυχεῖν ποτε φιλανθρωπίας, ἄλλους τε πράξαντας δεινὰ παθεῖν εὐγνώμονα, καὶ παρὰ τοὺς τῶν Ἑλλήνων ἐθισμοὺς τοσούτους ἄνδρας φονεύσαντας ἐν ταῖς τοῦ βίου μεταβολαῖς ἐπιβοᾶσθαι τὰ κοινὰ πάντων νόμιμα.
因为,那些无情对待他人的人自己会从别人那里获得人道待遇,或者那些对他人做过可怕之事的人会受到宽大对待,又或者那些违背希腊人习俗杀害了如此多人的人会在生活的浮沉中呼吁人人共有的常规,这些都是不可能的。
§13.23.5τίς γὰρ Ἑλλήνων τοὺς παραδόντας ἑαυτοὺς καὶ τῇ τῶν κρατούντων εὐγνωμοσύνῃ πιστεύσαντας ἀπαραιτήτου τιμωρίας ἠξίωκεν, ἢ τίς ἧττον τοῦ μὲν ὠμοῦ τὸν ἔλεον, τῆς δὲ προπετείας τὴν εὐλάβειαν ἔσχηκεν;
因为在希腊人中,有谁曾认为那些投降并信任战胜者宽大胸怀的人应当受到无法宽宥的惩罚,又有谁对怜悯的重视少于残暴,对谨慎的重视少于轻率呢?

词汇与语法注释

  1. 13.23.4ἄλλους τε πράξαντας δεινὰ — 宾格的 ἄλλους 作为分词 πράξαντας(在“宾格加不定式”结构中作为不定式 παθεῖν 的逻辑主语)的直接宾语,意为“那些对他人做了可怕之事的人”。这是基于动词 πράσσω 支配受其影响者的宾格这一用法。整个短语构成了受 οὐ γὰρ δυνατὸν 支配的不定式 παθεῖν(“遭受、承受”)的主语部分。
  2. 13.23.5ἧττον τοῦ μὲν ὠμοῦ τὸν ἔλεον — 比较级副词 ἧττον 支配属格 τοῦ μὲν ὠμοῦ(比较属格),而 τὸν ἔλεον 则作为动词 ἔσχηκεν 的直接宾语。字面翻译为“谁拥有的怜悯少于残暴?”,用于表达反问“有谁对怜悯的重视会少于残暴呢?”。后半句 τῆς δὲ προπετείας τὴν εὐλάβειαν 亦采用完全相同的平行与比较结构。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.23.1-13.23.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.23.1-13.23.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。