Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.2.1-13.2.6

雅典备战西西里与赫尔墨斯神像被毁事件

第 181 段,共 723 段 · 希腊语

内容简介

雅典决定远征叙拉古并着手整备军力,但在出发前夕发生了赫尔墨斯神像毁坏事件,不实的证言被驳回。将军们则秘密制定了征服西西里后的残酷统治计划。

§13.2.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Χαβρίου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων κατέστησαν χιλιάρχους τρεῖς, Λεύκιον Σέργιον, Μάρκον Παπίριον, Μάρκον Σερουίλιον.
当哈布里阿斯在雅典担任执政官时,罗马人设立了三名军事论坛以代替执政官:卢修斯·塞尔吉乌斯、马可·帕皮里乌斯、马可·塞尔维里乌斯。
ἐπὶ δὲ τούτων Ἀθηναῖοι ψηφισάμενοι τὸν πρὸς Συρακοσίους πόλεμον τάς τε ναῦς ἐπεσκεύασαν καὶ χρήματα συναγαγόντες μετὰ πολλῆς σπουδῆς ἅπαντα τὰ πρὸς τὴν στρατείαν παρεσκευάζοντο.
在他们任内,雅典人通过了对叙拉古人发动战争的决议,他们整修船只,并以极大的热忱筹集资金,为远征做了一切准备。
ᾑρημένοι δὲ τρεῖς στρατηγούς, Ἀλκιβιάδην, Νικίαν, Λάμαχον, αὐτοκράτορας αὐτοὺς κατέστησαν ἁπάντων τῶν κατὰ τὸν πόλεμον.
他们选出了三位将军:阿尔西比亚德斯、尼基阿斯和拉马科斯,并任命他们为处理与战争有关的一切事务的全权将军。
§13.2.2τῶν δὲ ἰδιωτῶν οἱ ταῖς οὐσίαις εὐποροῦντες τῇ προθυμίᾳ τοῦ δήμου χαρίζεσθαι βουλόμενοι τινὲς μὲν ἰδίας τριήρεις κατεσκεύασαν, τινὲς δὲ χρήματα δώσειν εἰς τὰς τροφὰς τῆς δυνάμεως ἐπηγγέλλοντο·
在普通公民中,那些资产富裕的人希望迎合民众的热情,有的人自费建造三段击船,有的人则承诺为军队的给养提供资金。
πολλοὶ δὲ καὶ τῶν δημοτικῶν πολιτῶν καὶ ξένων, ἔτι δὲ συμμάχων, ἑκουσίως προσιόντες τοῖς στρατηγοῖς διεκελεύοντο καταγράφειν ἑαυτοὺς εἰς τοὺς στρατιώτας.
许多普通公民、外侨以及同盟国的人也自愿来到将军们面前,请求将自己登记为士兵。
οὕτως ἅπαντες μεμετεωρισμένοι ταῖς ἐλπίσιν ἐξ ἑτοίμου κατακληρουχεῖν ἤλπιζον τὴν Σικελίαν.
这样,所有人都在希望的鼓舞下,期望着能轻易地将西西里瓜分并占领。
§13.2.3ἤδη δὲ τοῦ στόλου παρεσκευασμένου, τοὺς ἑρμᾶς τοὺς κατὰ τὴν πόλιν παμπληθεῖς ὄντας συνέβη ἐν μιᾷ νυκτὶ περικοπῆναι.
在舰队已经准备就绪时,城里数量极多的赫尔墨斯神像在一天夜里全被毁坏。
ὁ μὲν οὖν δῆμος, οὐχ ὑπὸ τῶν τυχόντων νομίσας γεγενῆσθαι τὴν πρᾶξιν, ἀλλʼ ὑπὸ τῶν προεχόντων ταῖς δόξαις ἐπὶ τῇ καταλύσει τῆς δημοκρατίας, ἐμισοπονήρει καὶ τοὺς πράξαντας ἐζήτει μεγάλας δωρεὰς προθεὶς τῷ μηνύσαντι.
因此,民众认为这并非普通人所为,而是那些名声显赫、企图推翻民主政体的人所发动的。 他们对这一恶行深恶痛绝,并在悬赏巨额奖金给告发者的同时,寻找作案者。
§13.2.4προσελθὼν δέ τις τῇ βουλῇ τῶν ἰδιωτῶν ἔφησεν εἰς οἰκίαν μετοίκου τινὰς ἑωρακέναι τῇ νουμηνίᾳ περὶ μέσας νύκτας εἰσιόντας, ἐν οἷς καὶ τὸν Ἀλκιβιάδην.
这时,一个普通人来到议事会,声称在新月之夜的午夜时分,他看到有一些人进入一个外侨的家里,其中也有阿尔西比亚德斯。
ἀνακρινόμενος δʼ ὑπὸ τῆς βουλῆς, πῶς νυκτὸς οὔσης ἐπεγίνωσκε τὰς ὄψεις, ἔφησε πρὸς τὸ τῆς σελήνης φῶς ἑωρακέναι.
当被议事会审问在黑夜中如何认出他们的面容时,他说是借着月光看见的。
οὗτος μὲν οὖν αὑτὸν ἐξελέγξας κατεψευσμένος ἠπιστήθη, τῶν δʼ ἄλλων οὐδʼ ἴχνος οὐδεὶς τῆς πράξεως εὑρεῖν ἠδυνήθη.
因此,此人自曝其短,其谎言不攻自破,失去了信任。 而对于其他人,谁也无法找到这一行线索的半点蛛丝马迹。
§13.2.5τριήρων μὲν ἑκατὸν τεσσαράκοντα ἑτοιμασμένων, ὁλκάδων δὲ καὶ τῶν ἱππαγωγῶν, ἔτι δὲ τῶν τὸν σῖτον καὶ τὴν ἄλλην παρασκευὴν κομιζόντων πολύς τις ἀριθμὸς ἦν·
当时准备好的有三段击船一百四十艘,还有商船和运马船,此外运送粮食和其他装备的船只数量也很多。
ὁπλῖται δὲ καὶ σφενδονῆται, πρὸς δὲ τούτοις ἱππεῖς καὶ τῶν συμμάχων πλείους τῶν ἑπτακισχιλίων ἐκτὸς τῶν ἐν τοῖς πληρώμασι.
除船员外,重装步兵、投石兵,以及骑兵和同盟军,共有七千多人。
§13.2.6τότε μὲν οὖν οἱ στρατηγοὶ μετὰ τῆς βουλῆς ἐν ἀπορρήτῳ συνεδρεύοντες ἐβουλεύοντο, πῶς χρὴ διοικῆσαι τὰ κατὰ τὴν Σικελίαν, ἐὰν τῆς νήσου κρατήσωσιν.
当时,将军们与议事会秘密会晤,商讨如果征服了该岛,该如何管理西西里的事务。
ἔδοξεν οὖν αὐτοῖς Σελινουντίους μὲν καὶ Συρακοσίους ἀνδραποδίσασθαι, τοῖς δʼ ἄλλοις ἁπλῶς τάξαι φόρους, οὓς κατʼ ἐνιαυτὸν οἴσουσιν Ἀθηναίοις.
他们决定,将塞利努斯人和叙拉古人贬为奴隶,而对其他人则仅规定每年向雅典人缴纳的贡赋。

词汇与语法注释

  1. §13.2.2τῶν δὲ ἰδιωτῶν οἱ ταῖς οὐσίαις εὐποροῦντες — 这是一个“整体与部分”同位语(schema καθ' ὅλον καὶ μέρος)的结构。表示富有公民这一整体的主格分词短语 `οἱ ταῖς οὐσίαις εὐποροῦντες` 置于句首,随后以同位语形式出现表示部分的主语 `τινὲς μὲν ... τινὲς δὲ`。
  2. §13.2.3συνέβη ... περικοπῆναι — 无人称动词 `συνέβη`(意为“发生了……”)以带宾格的主语不定式短语 `τοὺς ἑρμᾶς ... περικοπῆναι`(“赫尔墨斯神像被毁坏”)作为其实质主语。
  3. §13.2.4νυκτὸς οὔσης — 由名词 `νύξ`(夜)的属格和现在分词 `οὔσης` 构成的属格独立结构(genitive absolute),在此处表示让步(“尽管是黑夜”)。
  4. §13.2.4κατεψευσμένος — 动词 `ψεύδομαι` 的完成时中动分词,作为修饰被动语态动词 `ἠπιστήθη`(“不被信任”)的状语分词,表示撒谎这一事实或原因。
  5. §13.2.5τριήρων μὲν ἑκατὸν τεσσαράκοντα ἑτοιμασμένων — 这是一个属格独立结构(genitive absolute),独立于句子的主要主语(如后文的 `πολύς τις ἀριθμὸς` 和 `ὁπλῖται`),用以引入并详述已整备妥当的军备细节。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.2.1-13.2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.2.1-13.2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。