§13.15.1καθʼ ὃν δὴ χρόνον Νικίας ὁ τῶν Ἀθηναίων στρατηγὸς ἐπιβλέψας τὰς ναῦς καὶ τὸ μέγεθος τοῦ κινδύνου λογισάμενος, οὐκ ἐπέμεινεν ἐπὶ τῆς ἐν τῇ γῇ τάξεως, ἀλλὰ καταλιπὼν τοὺς πεζοὺς ἐπί τινα ναῦν ἀνέβη καὶ παρέπλει τὰς τριήρεις τῶν Ἀθηναίων.
就在此时,雅典人的将军尼基阿斯察看了船只,并估量了危险的严重性,他没有留在陆上的部署位置,而是留下步兵,登上一艘船,沿着雅典人的三列桨战船巡航。
ἕκαστον δὲ τῶν τριηράρχων ἐξ ὀνόματος προσφωνῶν καὶ τὰς χεῖρας ἐκτείνων ἐδεῖτο πάντων, εἰ καὶ πρότερον, τὸ νῦν ἀντιλαβέσθαι τῆς μόνης καταλελειμμένης ἐλπίδος· ἐν γὰρ ταῖς τῶν ναυμαχεῖν μελλόντων ἀρεταῖς καὶ ἑαυτῶν ἁπάντων καὶ τῆς πατρίδος κεῖσθαι τὴν σωτηρίαν.
他指名道姓地呼唤每一位三列桨战船的指挥官,伸出双手,恳求众人——如果以前曾这样做过,那么现在更要——抓住这仅存的唯一希望;因为他表示,在即将进行海战之人的英勇中,维系着他们全体以及祖国的安全。
§13.15.2καὶ τοὺς μὲν τέκνων ὄντας πατέρας τῶν υἱῶν ὑπομιμνήσκων, τοὺς δʼ ἐνδόξων γεγονότας πατέρων παρακαλῶν τὰς τῶν προγόνων ἀρετὰς μὴ καταισχῦναι, τοὺς δʼ ὑπὸ τοῦ δήμου τετιμημένους προτρεπόμενος ἀξίους φανῆναι τῶν στεφάνων, ἅπαντας δʼ ἀναμνησθέντας τῶν ἐν Σαλαμῖνι τροπαίων ἠξίου μὴ καταρρῖψαι τῆς πατρίδος τὴν περιβόητον δόξαν, μηδὲ αὑτοὺς ἀνδραπόδων τρόπον παραδοῦναι τοῖς Συρακοσίοις.
他提醒那些已为人父者想起自己的儿子,劝勉那些出身名门者不要玷污祖先的英勇,督促那些受到民众表彰者展现出配得上所授花冠的作为,并要求所有人回想起在萨拉米斯的战胜,不要毁灭祖国威名远扬的荣耀,也不要像奴隶一般将自己交托给叙拉古人。
§13.15.3ὁ μὲν οὖν Νικίας τοιούτοις χρησάμενος λόγοις πάλιν ἐπὶ τὴν ἰδίαν τάξιν ἐπανῆλθεν·
尼基阿斯在发表了这番话后,便再次回到了自己的部署位置。
οἱ δʼ ἐν ταῖς ναυσὶ παιανίσαντες ἔπλεον, καὶ φθάσαντες τοὺς πολεμίους διέλυον τὸ ζεῦγμα.
而船上的人唱起凯歌出航,并在敌人防备不及之时开始拆毁障壁。
οἱ δὲ Συρακόσιοι ταχέως ἐπαναχθέντες συνετάττοντο ταῖς τριήρεσι, καὶ συμπλεκόμενοι τοῖς ἐναντίοις ἠνάγκασαν αὐτοὺς ἐπιστρέφειν ἀπὸ τοῦ ζεύγματος καὶ διαμάχεσθαι.
叙拉古人迅速出航,用三列桨战船排开阵势,在与对手交战时,强迫他们从障壁处退回并展开决战。
§13.15.4ποιουμένων δὲ τὰς ἀνακρούσεις τῶν μὲν ἐπὶ τὸν αἰγιαλόν, τῶν δʼ εἰς μέσον τὸν λιμένα, τινῶν δὲ πρὸς τὰ τείχη, ταχέως ἀπʼ ἀλλήλων διεσπάσθησαν αἱ τριήρεις ἅπασαι, καὶ χωρισθέντων ἀπὸ τῶν κλείθρων πλήρης ἦν ὁ λιμὴν τῶν κατʼ ὀλίγους ναυμαχούντων.
随着一些船只向海岸倒退,一些向港口中央倒退,另一些向城墙方向倒退,所有的三列桨战船很快就彼此分散,在脱离了障壁之后,整个港口都塞满了零星交战的人群。
§13.15.5ἔνθα δὴ παραβόλως ἀμφοτέρων περὶ τῆς νίκης ἀγωνιζομένων, οἱ μὲν Ἀθηναῖοι τῷ τε πλήθει τῶν νεῶν θαρροῦντες καὶ σωτηρίαν ἄλλην οὐχ ὁρῶντες θρασέως ἐκινδύνευον καὶ τὸν ἐν τῇ μάχῃ θάνατον εὐγενῶς ὑπέμενον· οἱ δὲ Συρακόσιοι θεατὰς τῶν ἀγώνων ἔχοντες γονεῖς καὶ παῖδας ἐφιλοτιμοῦντο πρὸς ἀλλήλους, ἑκάστου βουλομένου διʼ ἑαυτοῦ τὴν νίκην περιγενέσθαι τῇ πατρίδι.
此时,双方都在为胜利进行着拼死的搏斗,雅典人凭借船只的数量而充满信心,且看不到其他生路,因而英勇地冒着危险,高尚地承受着战斗中的死亡;而叙拉古人由于有父母和孩子作为这场战斗的观众,彼此竞相争先,每一个人都希望通过自己为祖国赢得胜利。