§13.16.1διὸ καὶ πολλοὶ ταῖς τῶν ἐναντίων πρῴραις ἐπιβάντες, τῆς οἰκείας νεὼς ὑφʼ ἑτέρας τρωθείσης, ἐν μέσοις τοῖς πολεμίοις ἀπελαμβάνοντο.
因而,许多人在登上敌船的船首后,由于自己的船被另一艘船撞毁,便在敌人重围中被切断了退路。
ἔνιοι δὲ σιδηρᾶς χεῖρας ἐπιβάλλοντες ἠνάγκαζον τοὺς ἀντιταττομένους ἐπὶ τῶν νεῶν πεζομαχεῖν.
还有一些人投出铁爪扣住敌船,强迫对手在船上进行步兵战般的白兵战。
§13.16.2πολλάκις δὲ τὰς ἰδίας ἔχοντες ναῦς συντετριμμένας, εἰς τὰς τῶν ἐναντίων μεθαλλόμενοι, καὶ τοὺς μὲν ἀποκτείνοντες, τοὺς δʼ εἰς τὴν θάλατταν προωθοῦντες, ἐκυρίευον τῶν τριήρων.
他们往往在自己的船只被撞碎时,便跃入敌人的船中,杀死一些人,将另一些人推入海中,从而夺取了三列桨战船。
ἁπλῶς δὲ καθʼ ὅλον τὸν λιμένα τῶν τʼ ἐμβολῶν ψόφος ἐγίνετο καὶ βοὴ τῶν ἀγωνιζομένων ἐναλλὰξ ἀπολλυμένων.
简而言之,整个港口里回荡着冲角的撞击声,以及在混战中相继丧命之人的呼喊声。
§13.16.3ὅτε γὰρ ἀποληφθείη ναῦς ὑπὸ πλειόνων τριήρων, πανταχόθεν τυπτομένη τοῖς χαλκώμασι, τοῦ ῥεύματος εἰσπίπτοντος αὔτανδρος ὑπὸ τῆς θαλάττης κατεπίνετο.
因为每当一艘船被多艘三列桨战船围困,四面八方受到青铜冲角的撞击,海水涌入时,它就会连同船员一起被大海吞没。
ἔνιοι δὲ καταδυομένων τῶν νεῶν ἀποκολυμβῶντες τοῖς τε τόξοις κατετιτρώσκοντο καὶ τοῖς δόρασι τυπτόμενοι διεφθείροντο.
而另一些人在船只下沉时游走逃生,却被弓箭射伤,或被长枪刺中而丧命。
§13.16.4οἱ δὲ κυβερνῆται θεωροῦντες τεταραγμένην τὴν μάχην, καὶ πάντα τόπον ὄντα πλήρη θορύβου, καὶ πολλάκις ἐπὶ μίαν ναῦν πλείους ἐπιφερομένας, οὔθʼ ὅ,τι σημαίνοιεν εἶχον, μὴ τῶν αὐτῶν πρὸς ἅπαντα συμφερόντων, οὔτε πρὸς τοὺς κελεύοντας τοὺς ἐνεδέχετο βλέπειν διὰ τὸ πλῆθος τῶν βελῶν.
而舵手们看到战斗陷入混乱,到处充斥着喧嚣,且常常有数艘船同时向一艘船冲来,他们既不知道该发出何种信号——因为同样的指令并不能适用于所有情况——由于飞箭如雨,他们也无法注视那些下达命令的人。
§13.16.5ἁπλῶς δὲ τῶν παραγγελλομένων οὐδεὶς οὐδὲν ἤκουε, τῶν σκαφῶν θραυομένων καὶ παρασυρομένων τῶν ταρσῶν, ἅμα δὲ καὶ τῇ κραυγῇ τῶν ναυμαχούντων καὶ τῶν ἀπὸ τῆς γῆς συμφιλοτιμουμένων.
简而言之,在船体破碎、桨叶被扫落,同时海战人员的呼喊声和陆上助威者的呐喊声交织之中,没有任何人能听清下达的任何指令。
§13.16.6τοῦ γὰρ αἰγιαλοῦ παντὸς τὸ μὲν ὑπὸ τῶν πεζῶν τῶν Ἀθηναίων κατείχετο, τὸ δʼ ὑπὸ τῶν Συρακοσίων, ὥστʼ ἐνίοτε τοὺς παρὰ τὴν γῆν ναυμαχοῦντας συμμάχους ἔχειν τοὺς ἐπὶ τῆς χέρσου στρατοπεδεύοντας.
因为整个海岸的一部分被雅典人的步兵占据,另一部分被叙拉古人占据,以至于有时在岸边交战的人能够得到在陆地上驻扎的同盟者的协助。
§13.16.7οἱ δʼ ἐπὶ τῶν τειχῶν ὅτε μὲν ἴδοιεν τοὺς ἰδίους εὐημεροῦντας, ἐπαιάνιζον, ὅτε δʼ ἐλαττουμένους, ἔστενον καὶ μετὰ δακρύων τοῖς θεοῖς προσηύχοντο.
而城墙上的人们,每当看到自己人处于优势,便唱起胜利的歌;看到自己人处于劣势,便发出叹息,并流泪向神明祈祷。
ἐνίοτε γάρ, εἰ τύχοι, τῶν Συρακοσίων τριήρων παρὰ τὰ τείχη διαφθείρεσθαί τινας συνέβαινε, καὶ τοὺς ἰδίους ἐν ὀφθαλμοῖς τῶν συγγενῶν ἀναιρεῖσθαι, καὶ θεωρεῖν γονεῖς μὲν τέκνων ἀπώλειαν, ἀδελφὰς δὲ καὶ γυναῖκας ἀνδρῶν καὶ ἀδελφῶν οἰκτρὰν καταστροφήν.
因为有时,恰巧有一些叙拉古人的三列桨战船在城墙附近被毁,自己人在亲属的注视下被杀,从而父母目睹了孩子的丧命,姐妹和妻子们目睹了丈夫与兄弟的悲惨结局。