Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.14.1-13.14.5

叙拉古港的封锁与雅典军队的决战准备

第 193 段,共 723 段 · 希腊语

内容简介

叙拉古人通过用船只和铁链封锁港口切断了雅典人的退路,陷入绝境的雅典人决定动员全部舰队进行决战,双方军队以及在旁观战的市民们都陷入了极度的紧张之中。

§13.14.1οἱ δὲ Συρακόσιοι νομίζοντες μηκέτι τὸν κίνδυνον εἶναι περὶ τῆς πόλεως, ἀλλὰ πολὺ μᾶλλον ἐνεστηκέναι τὸν ἀγῶνα περὶ τοῦ λαβεῖν τὸ στρατόπεδον μετὰ τῶν πολεμίων αἰχμάλωτον, ἀπέφραττον τὸ στόμα τοῦ λιμένος ζεῦγμα κατασκευάζοντες.
叙拉古人认为不仅他们城市的危险已经过去,而且战局已大为转向为如何将敌方的营地连同敌军一并俘获,于是他们通过建造障壁来封锁港口。
§13.14.2ἀκάτους τε γὰρ καὶ τριήρεις, ἔτι δὲ στρογγύλας ναῦς ἐπʼ ἀγκυρῶν ὁρμίσαντες, καὶ σιδηραῖς ἁλύσεσι διαλαμβάνοντες, ἐπὶ τὰ σκάφη γεφύρας ἐκ σανίδων κατεσκεύασαν καὶ πέρας ἐν ἡμέραις τρισὶ τοῖς ἔργοις ἐπέθηκαν.
因为他们将轻舟、三列桨战船以及商船用锚固定,并用铁链将它们连接起来,在船体上用木板搭建了桥梁,并在三天内完成了这项工程。
§13.14.3οἱ δʼ Ἀθηναῖοι θεωροῦντες αὑτοῖς πάντοθεν τὴν σωτηρίαν ἀποκεκλεισμένην, ἔκριναν ἁπάσας τὰς τριήρεις πληροῦν καὶ τῶν πεζῶν τοὺς κρατίστους ἐμβιβάσαι, τῷ τε πλήθει τῶν νεῶν καὶ τῇ τῶν ἀγωνιζομένων ὑπὲρ τῆς σωτηρίας ἀπονοίᾳ καταπλήξειν τοὺς Συρακοσίους.
雅典人看到自己的生路已从四面八方被切断,便决定让所有的三列桨战船满员,并让步兵中最优秀的人登船,企图以船只的数量以及那些为生存而战者的绝死决心来压倒叙拉古人。
§13.14.4διόπερ τοὺς ἐπὶ ταῖς ἡγεμονίαις τεταγμένους καὶ τοὺς ἀρίστους ἐξ ὅλου τοῦ στρατεύματος ἐμβιβάσαντες τριήρεις μὲν ἐπλήρωσαν πέντε λειπούσας τῶν ἑκατὸν εἴκοσι, τοὺς δὲ λοιποὺς ἐπὶ τῆς γῆς ἔταξαν παρὰ τὸν αἰγιαλόν.
因此,他们让担任指挥职务的人以及全军中最优秀的精锐登船,使一百一十五艘(比一百二十艘少五艘)三列桨战船满员,并将其余的人部署在海岸边的陆地上。
οἱ δὲ Συρακόσιοι τὸ μὲν πεζὸν στράτευμα πρὸ τῆς πόλεως ἔστησαν, τριήρεις δὲ συνεπλήρωσαν ἑβδομήκοντα τέσσαρας· συμπαρείποντό τε τὰς ὑπηρετικὰς ἔχοντες ναῦς παῖδες ἐλεύθεροι, τοῖς τε ἔτεσιν ὄντες ὑπὸ τὴν τῶν νεανίσκων ἡλικίαν καὶ συναγωνιζόμενοι μετὰ τῶν πατέρων.
叙拉古人则将陆军部队集结在城市前方,并让总共七十四艘三列桨战船满员;自由市民的男孩们虽然在年龄上还未达到青年的标准,但也驾着辅助船随行,与他们的父亲并肩作战。
§13.14.5τὰ δὲ περὶ τὸν λιμένα τείχη καὶ πᾶς ὁ τῆς πόλεως ὑπερκείμενος τόπος ἔγεμε σωμάτων· γυναῖκές τε γὰρ καὶ παρθένοι καὶ οἱ ταῖς ἡλικίαις τὴν ἐν τῷ πολέμῳ χρείαν παρέχεσθαι μὴ δυνάμενοι, τοῦ παντὸς πολέμου τὴν κρίσιν λαμβάνοντος, μετὰ πολλῆς ἀγωνίας ἐπεθεώρουν τὴν μάχην.
港口周围的城壁以及所有俯瞰城市的高地都挤满了人;因为妇女、少女以及那些因年龄原因无法在战争中提供劳役的人,在整个战争即将见分晓之际,怀着极大的焦虑注视着这场战斗。

词汇与语法注释

  1. §13.14.1μετὰ τῶν πολεμίων αἰχμάλωτον — 意为“连同敌人一并作为俘虏夺取营地”。形容词 αἰχμάλωτον(单数宾格)作为谓语性形容词修饰 τὸ στρατόπεδον,或与 μετὰ τῶν πολεμίων(“与敌人一起”)相关联,表示捕获后的状态。
  2. §13.14.3καταπλήξειν — 动词 καταπλήσσω(压倒、使震惊)的将来不定式。由主句动词 ἔκριναν(决定)引导,用以表达雅典人采取行动的主观目的、意图或预期。
  3. §13.14.4πέντε λειπούσας τῶν ἑκατὸν εἴκοσι — 意为“比一百二十少五”,即一百一十五,是希腊语表达数量的惯用方式。现在分词 λειπούσας 带有属格 τῶν ἑκατὸν εἴκοσι(120),表示从基数中减去的部分(πέντε)。
  4. §13.14.5τοῦ παντὸς πολέμου τὴν κρίσιν λαμβάνοντος — 属格绝对结构(genitive absolute),意为“当整个战争即将见分晓(接受判决)之时”,用以表明该事件发生时的关键时机与境况。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.14.1-13.14.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.14.1-13.14.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。