§13.15.1καθʼ ὃν δὴ χρόνον Νικίας ὁ τῶν Ἀθηναίων στρατηγὸς ἐπιβλέψας τὰς ναῦς καὶ τὸ μέγεθος τοῦ κινδύνου λογισάμενος, οὐκ ἐπέμεινεν ἐπὶ τῆς ἐν τῇ γῇ τάξεως, ἀλλὰ καταλιπὼν τοὺς πεζοὺς ἐπί τινα ναῦν ἀνέβη καὶ παρέπλει τὰς τριήρεις τῶν Ἀθηναίων.
まさにその時、アテナイ人の将軍ニキアスは、諸船を見渡し、危険の大きさを考慮して、陸上の配備位置にとどまることなく、歩兵たちを残してある船に乗り込み、アテナイ人の三段櫂船の側を航行した。
ἕκαστον δὲ τῶν τριηράρχων ἐξ ὀνόματος προσφωνῶν καὶ τὰς χεῖρας ἐκτείνων ἐδεῖτο πάντων, εἰ καὶ πρότερον, τὸ νῦν ἀντιλαβέσθαι τῆς μόνης καταλελειμμένης ἐλπίδος·
そして、三段櫂船の指揮官の一人一人を名前で呼び、両手を差し伸べながら、全員に対して、もし以前にも増してそうであるべきならば、まさに今、残された唯一の希望を掴み取るよう懇願した。
ἐν γὰρ ταῖς τῶν ναυμαχεῖν μελλόντων ἀρεταῖς καὶ ἑαυτῶν ἁπάντων καὶ τῆς πατρίδος κεῖσθαι τὴν σωτηρίαν.
というのも、これから海戦を戦おうとする者たちの勇気の中に、彼ら自身のすべてと祖国の救済がかかっているからであった。
§13.15.2καὶ τοὺς μὲν τέκνων ὄντας πατέρας τῶν υἱῶν ὑπομιμνήσκων, τοὺς δʼ ἐνδόξων γεγονότας πατέρων παρακαλῶν τὰς τῶν προγόνων ἀρετὰς μὴ καταισχῦναι, τοὺς δʼ ὑπὸ τοῦ δήμου τετιμημένους προτρεπόμενος ἀξίους φανῆναι τῶν στεφάνων, ἅπαντας δʼ ἀναμνησθέντας τῶν ἐν Σαλαμῖνι τροπαίων ἠξίου μὴ καταρρῖψαι τῆς πατρίδος τὴν περιβόητον δόξαν, μηδὲ αὑτοὺς ἀνδραπόδων τρόπον παραδοῦναι τοῖς Συρακοσίοις.
そして、子供を持つ父親たちにはその息子たちのことを思い出させ、高名な父親から生まれた者たちには、先祖たちの名誉を汚さぬよう求め、民衆によって栄誉を授けられた者たちには、授かった冠に値する者であることを示すよう促し、そして、全員にサラミスでの戦勝を思い起こさせ、祖国の名高い評判を失墜させぬよう、また自分たちを奴隷のようにシラクサ人たちに引き渡さぬよう求めた。
§13.15.3ὁ μὲν οὖν Νικίας τοιούτοις χρησάμενος λόγοις πάλιν ἐπὶ τὴν ἰδίαν τάξιν ἐπανῆλθεν·
こうしてニキアスは、このような言葉を用いたのち、再び自分の配備位置へと戻った。
οἱ δʼ ἐν ταῖς ναυσὶ παιανίσαντες ἔπλεον, καὶ φθάσαντες τοὺς πολεμίους διέλυον τὸ ζεῦγμα.
一方、船の中の者たちは、鬨の声を上げて出航し、敵に先んじて障壁を破壊し始めた。
οἱ δὲ Συρακόσιοι ταχέως ἐπαναχθέντες συνετάττοντο ταῖς τριήρεσι, καὶ συμπλεκόμενοι τοῖς ἐναντίοις ἠνάγκασαν αὐτοὺς ἐπιστρέφειν ἀπὸ τοῦ ζεύγματος καὶ διαμάχεσθαι.
しかしシラクサ人たちも素早く船を出し、三段櫂船で陣形を整え、敵と交戦して、彼らに障壁から引き返して戦うことを強いた。
§13.15.4ποιουμένων δὲ τὰς ἀνακρούσεις τῶν μὲν ἐπὶ τὸν αἰγιαλόν, τῶν δʼ εἰς μέσον τὸν λιμένα, τινῶν δὲ πρὸς τὰ τείχη, ταχέως ἀπʼ ἀλλήλων διεσπάσθησαν αἱ τριήρεις ἅπασαι, καὶ χωρισθέντων ἀπὸ τῶν κλείθρων πλήρης ἦν ὁ λιμὴν τῶν κατʼ ὀλίγους ναυμαχούντων.
ある者たちは海岸へ、ある者たちは港の中央へ、またある者たちは城壁の方へと後退を余儀なくされる中で、すべての三段櫂船はたちまち互いから引き離され、港の閉鎖物から離れると、港はあちこちで少数同士で海戦を戦う者たちで一杯になった。
§13.15.5ἔνθα δὴ παραβόλως ἀμφοτέρων περὶ τῆς νίκης ἀγωνιζομένων, οἱ μὲν Ἀθηναῖοι τῷ τε πλήθει τῶν νεῶν θαρροῦντες καὶ σωτηρίαν ἄλλην οὐχ ὁρῶντες θρασέως ἐκινδύνευον καὶ τὸν ἐν τῇ μάχῃ θάνατον εὐγενῶς ὑπέμενον·
そこで、双方が勝利をめぐって命がけで戦う中、アテナイ人たちは船の多さを頼みとし、また他に救われる道がないのを見て、勇敢に危険に立ち向かい、戦闘における死を潔く受け入れた。
οἱ δὲ Συρακόσιοι θεατὰς τῶν ἀγώνων ἔχοντες γονεῖς καὶ παῖδας ἐφιλοτιμοῦντο πρὸς ἀλλήλους, ἑκάστου βουλομένου διʼ ἑαυτοῦ τὴν νίκην περιγενέσθαι τῇ πατρίδι.
一方、シラクサ人たちは、親や子供たちを戦いの見物人として背後に控えていたため、互いに手柄を競い合い、それぞれが自らの手によって祖国に勝利をもたらしたいと願っていた。