§13.114.1διόπερ ὑπὸ τῶν πραγμάτων ἀναγκαζόμενος Ἰμίλκας ἔπεμψεν εἰς Συρακούσας κήρυκα, παρακαλῶν τοὺς ἡττημένους διαλύσασθαι.
因此,被迫于形势的希米尔科向叙拉古派去使者,劝说战败者达成和解。
ἀσμένως δʼ ὑπακούσαντος τοῦ Διονυσίου τὴν εἰρήνην ἐπὶ τοῖσδε ἔθεντο· Καρχηδονίων εἶναι μετὰ τῶν ἐξ ἀρχῆς ἀποίκων Ἐλύμους καὶ Σικανούς· Σελινουντίους δὲ καὶ Ἀκραγαντίνους, ἔτι δʼ Ἱμεραίους, πρὸς δὲ τούτοις Γελῴους καὶ Καμαριναίους οἰκεῖν μὲν ἐν ἀτειχίστοις ταῖς πόλεσι, φόρον δὲ τελεῖν τοῖς Καρχηδονίοις· Λεοντίνους δὲ καὶ Μεσσηνίους καὶ Σικελοὺς ἅπαντας αὐτονόμους εἶναι, καὶ Συρακοσίους μὲν ὑπὸ Διονύσιον τετάχθαι, τὰ δὲ αἰχμάλωτα καὶ τὰς ναῦς ἀποδοῦναι τοὺς ἔχοντας τοῖς ἀποβαλοῦσι.
狄奥尼修斯欣然接受,他们根据以下条款缔结了和平:埃利米人和西卡尼人,与最初的殖民者一起归迦太基人所有;塞利努斯人、阿克拉加斯人、希梅拉人,以及盖拉人和卡马里纳人,居住在没有城墙的城市中,并向迦太基人缴纳贡赋;莱翁蒂尼人、美塞尼亚人和所有的西西里人均享有自治权;叙拉古人则归狄奥尼修斯统治;持有俘虏和船只的人应将其归还给失去它们的人。
§13.114.2τῶν συνθηκῶν δὲ γενομένων Καρχηδόνιοι μὲν εἰς Λιβύην ἐξέπλευσαν, πλεῖον ἢ τὸ ἥμισυ μέρος τῶν στρατιωτῶν ἀποβαλόντες ὑπὸ τῆς νόσου·
协定达成后,迦太基人起航返回利比亚,他们因疫病失去了大半以上的士兵。
οὐδὲν δʼ ἧττον καὶ κατὰ Λιβύην διαμείναντος τοῦ λοιμοῦ, παμπληθεῖς αὐτῶν τε τῶν Καρχηδονίων, ἔτι δὲ τῶν συμμάχων διεφθάρησαν.
然而,由于瘟疫在利比亚同样蔓延,大量的迦太基人及其盟友相继病死。
§13.114.3ἡμεῖς δὲ παραγενηθέντες ἐπὶ τὴν κατάλυσιν τῶν πολέμων, κατὰ μὲν τὴν Ἑλλάδα τοῦ Πελοποννησιακοῦ, κατὰ δὲ τὴν Σικελίαν τοῦ Καρχηδονίοις πρὸς Διονύσιον πρώτου συστάντος, ἡγούμεθα δεῖν ἐπιτετελεσμένης τῆς προθέσεως τὰς ἑξῆς πράξεις εἰς τὴν ἐχομένην βίβλον καταχωρίσαι.
如今,我们已经叙述到了战争的结束——即希腊的伯罗奔尼撒战争,以及西西里岛上迦太基人与狄奥尼修斯之间的第一次战争——我们认为,既然本卷的目标已经完成,应当将接下来的事件记录在下一卷中。