§13.113.1Διονύσιος δὲ διανύσας σταδίους περὶ τετρακοσίους παρῆν περὶ μέσας νύκτας πρὸς τὴν πύλην τῆς Ἀχραδινῆς μεθʼ ἱππέων ἑκατὸν καὶ πεζῶν ἑξακοσίων·
而狄奥尼修斯在行进了约四百斯塔德路程后,于半夜时分带领一百名骑兵和六百名步兵抵达阿克拉迪纳的城门前。
ἣν καταλαβὼν κεκλεισμένην, προσέθηκεν αὐτῇ τὸν κατακεκομισμένον ἐκ τῶν ἑλῶν κάλαμον, ᾧ χρῆσθαι νομίζουσιν οἱ Συρακόσιοι πρὸς τὴν τῆς κονίας σύνδεσιν.
他发现城门紧闭,便将从沼泽地运来的芦苇堆放在城门旁,叙拉古人通常用这种芦苇来粘合石灰。
ἐν ὅσῳ δὲ συνέβαινε τὰς πύλας κατακαίεσθαι, προσανελάμβανε τοὺς ἀφυστεροῦντας.
在城门燃烧期间,他陆续收容了那些落后的人。
§13.113.2ἐπειδὴ δὲ τὸ πῦρ κατέφθειρε τὰς πύλας, οὗτος μὲν μετὰ τῶν ἠκολουθηκότων εἰσήλαυνε διὰ τῆς Ἀχραδινῆς, τῶν δʼ ἱππέων οἱ δυνατώτατοι τὸ γεγονὸς ἀκούσαντες, τὸ μὲν πλῆθος οὐκ ἀνέμενον, εὐθὺς δʼ ἐξεβοήθουν ὄντες ὀλίγοι παντελῶς—ἦσαν δὲ περὶ τὴν ἀγοράν—καὶ κυκλωθέντες ὑπὸ τῶν μισθοφόρων ἅπαντες κατηκοντίσθησαν.
当火烧毁了城门后,他便与随行的人一起穿过阿克拉迪纳进城,而骑兵中最有势力的人听到所发生的事情后,没有等待大队人马,便立即出击,尽管人数极少——他们当时正在广场附近——结果他们被雇佣兵包围,全部被标枪射死。
§13.113.3ὁ δὲ Διονύσιος ἐπελθὼν τὴν πόλιν τούς τε σποράδην ἐκβοηθοῦντας ἀνεῖλε, καὶ τῶν ἀλλοτρίως διακειμένων ἐπῄει τὰς οἰκίας, ὧν τοὺς μὲν ἀπέκτεινε, τοὺς δʼ ἐκ τῆς πόλεως ἐξέβαλε.
狄奥尼修斯进军市区,杀死了零星出击的人,并袭击了那些敌对者的住宅,将其中一些人处死,另一些人驱逐出城。
τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων ἐκπεσὸν ἐκ τῆς πόλεως κατελάβετο τὴν νῦν καλουμένην Αἴτνην.
其余的大批骑兵逃出城市,占领了现在被称为埃特纳的地方。
§13.113.4ἅμα δʼ ἡμέρᾳ τὸ μὲν πλῆθος τῶν μισθοφόρων καὶ τὸ στράτευμα τῶν Σικελιωτῶν κατήντησεν εἰς τὰς Συρακούσας, Γελῷοι δὲ καὶ Καμαριναῖοι τῷ Διονυσίῳ διαφόρως ἔχοντες εἰς Λεοντίνους ἀπηλλάγησαν.
天亮时,大批雇佣兵和西西里人的军队抵达叙拉古,但盖拉人和卡马里纳人因与狄奥尼修斯不和,便退往莱翁蒂尼。