§13.114.1διόπερ ὑπὸ τῶν πραγμάτων ἀναγκαζόμενος Ἰμίλκας ἔπεμψεν εἰς Συρακούσας κήρυκα, παρακαλῶν τοὺς ἡττημένους διαλύσασθαι.
それゆえ、事態に迫られたヒミルコはシュラクサイに伝令を送り、敗者たちに和平を結ぶよう促した。
ἀσμένως δʼ ὑπακούσαντος τοῦ Διονυσίου τὴν εἰρήνην ἐπὶ τοῖσδε ἔθεντο·
ディオニュシオスが喜んでこれに応じたため、彼らは次の条件で和平を結んだ。
Καρχηδονίων εἶναι μετὰ τῶν ἐξ ἀρχῆς ἀποίκων Ἐλύμους καὶ Σικανούς·
エリミ人とシカノ人は、当初からの植民者たちとともにカルタゴ人の支配下に入ること。
Σελινουντίους δὲ καὶ Ἀκραγαντίνους, ἔτι δʼ Ἱμεραίους, πρὸς δὲ τούτοις Γελῴους καὶ Καμαριναίους οἰκεῖν μὲν ἐν ἀτειχίστοις ταῖς πόλεσι, φόρον δὲ τελεῖν τοῖς Καρχηδονίοις·
セリヌス人、アクラガス人、さらにヒメラ人、それに加えてゲラ人とカマリナ人は、城壁のない都市に居住し、カルタゴ人に貢納を支払うこと。
Λεοντίνους δὲ καὶ Μεσσηνίους καὶ Σικελοὺς ἅπαντας αὐτονόμους εἶναι, καὶ Συρακοσίους μὲν ὑπὸ Διονύσιον τετάχθαι, τὰ δὲ αἰχμάλωτα καὶ τὰς ναῦς ἀποδοῦναι τοὺς ἔχοντας τοῖς ἀποβαλοῦσι.
レオンティノイ人、メッセネ人、およびすべてのシケリア人は自治を行うこと。 シュラクサイ人はディオニュシオスの支配下に置かれること。 そして、捕虜や船を保持している者は、それらを失った者たちに返還すること。
§13.114.2τῶν συνθηκῶν δὲ γενομένων Καρχηδόνιοι μὲν εἰς Λιβύην ἐξέπλευσαν, πλεῖον ἢ τὸ ἥμισυ μέρος τῶν στρατιωτῶν ἀποβαλόντες ὑπὸ τῆς νόσου·
条約が締結されると、カルタゴ人はリビュアに向けて出帆したが、疫病により兵士の半分以上を失っていた。
οὐδὲν δʼ ἧττον καὶ κατὰ Λιβύην διαμείναντος τοῦ λοιμοῦ, παμπληθεῖς αὐτῶν τε τῶν Καρχηδονίων, ἔτι δὲ τῶν συμμάχων διεφθάρησαν.
それにもかかわらず、リビュアでも疫病が続いたため、カルタゴ人自身やその同盟者たちの非常に多くの者が斃れた。
§13.114.3ἡμεῖς δὲ παραγενηθέντες ἐπὶ τὴν κατάλυσιν τῶν πολέμων, κατὰ μὲν τὴν Ἑλλάδα τοῦ Πελοποννησιακοῦ, κατὰ δὲ τὴν Σικελίαν τοῦ Καρχηδονίοις πρὸς Διονύσιον πρώτου συστάντος, ἡγούμεθα δεῖν ἐπιτετελεσμένης τῆς προθέσεως τὰς ἑξῆς πράξεις εἰς τὴν ἐχομένην βίβλον καταχωρίσαι.
さて、我々は戦争の終結、すなわちギリシアにおけるペロポネソス戦争の終結と、シケリアにおけるカルタゴ人とディオニュシオスとの最初の戦争の終結に至ったので、目的が達成された今、これ以降の出来事は次の巻に記録すべきであると考える。