§13.114.1διόπερ ὑπὸ τῶν πραγμάτων ἀναγκαζόμενος Ἰμίλκας ἔπεμψεν εἰς Συρακούσας κήρυκα, παρακαλῶν τοὺς ἡττημένους διαλύσασθαι.
Therefore Himilco, compelled by the circumstances, sent a herald to Syracuse, urging the defeated to come to terms.
ἀσμένως δʼ ὑπακούσαντος τοῦ Διονυσίου τὴν εἰρήνην ἐπὶ τοῖσδε ἔθεντο· Καρχηδονίων εἶναι μετὰ τῶν ἐξ ἀρχῆς ἀποίκων Ἐλύμους καὶ Σικανούς· Σελινουντίους δὲ καὶ Ἀκραγαντίνους, ἔτι δʼ Ἱμεραίους, πρὸς δὲ τούτοις Γελῴους καὶ Καμαριναίους οἰκεῖν μὲν ἐν ἀτειχίστοις ταῖς πόλεσι, φόρον δὲ τελεῖν τοῖς Καρχηδονίοις· Λεοντίνους δὲ καὶ Μεσσηνίους καὶ Σικελοὺς ἅπαντας αὐτονόμους εἶναι, καὶ Συρακοσίους μὲν ὑπὸ Διονύσιον τετάχθαι, τὰ δὲ αἰχμάλωτα καὶ τὰς ναῦς ἀποδοῦναι τοὺς ἔχοντας τοῖς ἀποβαλοῦσι.
Dionysius having gladly complied, they made peace on the following conditions: that the Elymians and Sicanians should belong to the Carthaginians along with the original colonists; that the Selinuntines, Acragantines, and also Himeraeans, and in addition to these the Geloans and Camarinaeans, should dwell in unfortified cities and pay tribute to the Carthaginians; that the Leontines, Messenians, and all the Sicels should be autonomous; that the Syracusans should be placed under Dionysius; and that those who held the captives and the ships should restore them to those who had lost them.
§13.114.2τῶν συνθηκῶν δὲ γενομένων Καρχηδόνιοι μὲν εἰς Λιβύην ἐξέπλευσαν, πλεῖον ἢ τὸ ἥμισυ μέρος τῶν στρατιωτῶν ἀποβαλόντες ὑπὸ τῆς νόσου· οὐδὲν δʼ ἧττον καὶ κατὰ Λιβύην διαμείναντος τοῦ λοιμοῦ, παμπληθεῖς αὐτῶν τε τῶν Καρχηδονίων, ἔτι δὲ τῶν συμμάχων διεφθάρησαν.
When the treaty was concluded, the Carthaginians sailed away to Libya, having lost more than half of their soldiers to the disease; nevertheless, as the plague persisted in Libya as well, vast numbers both of the Carthaginians themselves and also of their allies perished.
§13.114.3ἡμεῖς δὲ παραγενηθέντες ἐπὶ τὴν κατάλυσιν τῶν πολέμων, κατὰ μὲν τὴν Ἑλλάδα τοῦ Πελοποννησιακοῦ, κατὰ δὲ τὴν Σικελίαν τοῦ Καρχηδονίοις πρὸς Διονύσιον πρώτου συστάντος, ἡγούμεθα δεῖν ἐπιτετελεσμένης τῆς προθέσεως τὰς ἑξῆς πράξεις εἰς τὴν ἐχομένην βίβλον καταχωρίσαι.
Now that we have arrived at the conclusion of the wars—namely, the Peloponnesian War in Greece, and the first war of the Carthaginians against Dionysius in Sicily—we believe it proper, since our purpose has been fulfilled, to record the subsequent events in the following book.