§13.112.1ἐφʼ οἷς ἐξεκάετο τὸ κατὰ τοῦ Διονυσίου μῖσος·
因这些缘故,对狄奥尼修斯的仇恨熊熊燃烧起来。
καὶ γὰρ ὑπελάμβανον αὐτὸν ἐκ συνθέσεως τοῦτο πεποιηκέναι πρὸς τὸ τῷ Καρχηδονίων φόβῳ τῶν ἄλλων πόλεων ἀσφαλῶς δυναστεύειν.
因为他们怀疑他是故意勾结并做出此事的,目的是利用对迦太基人的恐惧来稳固地统治其他城市。
§13.112.2ἀνελογίζοντο γὰρ τὴν βραδυτῆτα τῆς βοηθείας, τὸ μηδένα πεπτωκέναι τῶν μισθοφόρων, τὸ μηδενὸς ἁδροῦ πταίσματος γεγενημένου φυγεῖν ἀλόγως, τὸ δὲ μέγιστον, τὸ μηδένα τῶν πολεμίων ἐπηκολουθηκέναι·
因为他们考虑到援军的迟缓、雇佣兵无一人阵亡、在未遭受任何重大打击的情况下无理退却,而最重要的一点是,敌人没有进行任何追击。
ὥστε τοῖς πρότερον ἐπιθυμοῦσι καιρὸν λαβεῖν τῆς ἀποστάσεως καθάπερ θεῶν προνοίᾳ πάντα ὑπουργεῖν πρὸς τὴν κατάλυσιν τῆς δυναστείας.
因此,对于那些先前就渴望寻找机会反叛的人来说,仿佛在神明的眷顾下,一切都在为推翻其统治而提供便利。
§13.112.3οἱ μὲν οὖν Ἰταλιῶται καταλιπόντες αὐτὸν ἐπʼ οἴκου διὰ τῆς μεσογείου τὴν πορείαν ἐποιήσαντο, οἱ δὲ τῶν Συρακοσίων ἱππεῖς τὸ μὲν πρῶτον ἐπετήρουν, εἰ δύναιντο κατὰ τὴν ὁδὸν ἀνελεῖν τὸν τύραννον·
于是,意大利人抛下他,经由内陆踏上了回乡的路途;而叙拉古的骑兵最初则在窥伺,看能否在半路上除掉这个僭主。
ὡς δὲ ἑώρων οὐκ ἀπολείποντας αὐτὸν τοὺς μισθοφόρους, ὁμοθυμαδὸν ἀφίππευσαν εἰς τὰς Συρακούσας.
但当他们看到雇佣兵们并没有离开他时,便一致驱马前往叙拉古。
§13.112.4καταλαβόντες δὲ τοὺς ἐν τοῖς νεωρίοις ἀγνοοῦντας τὰ περὶ τὴν Γέλαν, εἰσῆλθον οὐδενὸς κωλύσαντος, καὶ τὴν μὲν οἰκίαν τοῦ Διονυσίου διήρπασαν γέμουσαν ἀργύρου τε καὶ χρυσοῦ καὶ τῆς ἄλλης πολυτελείας ἁπάσης, τὴν δὲ γυναῖκα συλλαβόντες οὕτω διέθεσαν κακῶς, ὥστε καὶ τὸν τύραννον βαρέως ἐνέχειν τὴν ὀργήν, νομίζοντες τὴν ταύτης τιμωρίαν μεγίστην εἶναι πίστιν τῆς πρὸς ἀλλήλους κοινωνίας κατὰ τὴν ἐπίθεσιν.
他们发现造船厂里的人对盖拉发生的事情一无所知,于是在无人阻拦的情况下进城,洗劫了狄奥尼修斯那装满金银及其他各种奢侈品的住宅,并抓住了他的妻子,对其施以如此残酷的虐待,以致于让僭主对他们怀有极深的怨恨。 他们认为,对她的这种惩罚将是他们在这次袭击中彼此结盟的最强有力保证。
§13.112.5ὁ δὲ Διονύσιος κατὰ τὴν ὁδοιπορίαν τὸ γεγονὸς καταστοχαζόμενος, ἐπέλεξε τῶν ἱππέων καὶ τῶν πεζῶν τοὺς πιστοτάτους, μεθʼ ὧν ἠπείγετο πρὸς τὴν πόλιν σπουδῆς οὐδὲν ἐλλείπων· ἐλογίζετο γὰρ οὐκ ἂν ἄλλως δυνατὸν ἐπικρατῆσαι τῶν ἱππέων, εἰ μὴ σπεύδοι· ὅπερ ἐποίησεν.
狄奥尼修斯在旅途中推测出了所发生的事情,挑选了骑兵和步兵中最忠诚的人,与他们一起全速奔向城市,毫不耽搁;因为他估计,如果不加快速度,就不可能战胜那些骑兵,而他确实也这么做了。
εἰ γὰρ παραδοξότερον ἐκείνων ποιήσαιτο τὴν ἄφιξιν, ἤλπιζε ῥᾳδίως κρατήσειν τῆς ἐπιβολῆς· ὅπερ καὶ συνέπεσεν.
因为他希望如果自己的到达比他们预期的更为出人意料,就能轻易控制局势,而事情也确实如此发生了。
§13.112.6οἱ γὰρ ἱππεῖς οὔτʼ ἂν ἔτʼ ἀπελθεῖν οὔτε μεῖναι κατὰ τὸ στρατόπεδον τὸν Διονύσιον ὑπελάμβανον·
因为骑兵们认为狄奥尼修斯既无法离开,也无法继续留在营地。
διόπερ κεκρατηκέναι τῆς ἐπιβολῆς νομίσαντες, ἔφασαν αὐτὸν ἐκ μὲν Γέλας προσποιηθῆναι τοὺς Φοίνικας ἀποδιδράσκειν, νυνὶ δὲ ὡς ἀληθῶς ἀποδεδρακέναι τοὺς Συρακοσίους.
因此,他们以为自己的行动已经成功,便声称他之前从盖拉撤退只是假装逃离腓尼基人,而现在则是真正地从叙拉古人手中逃跑了。