§13.111.1μετὰ δὲ ταῦτα τῶν φίλων συναγαγὼν συνέδριον ἐβουλεύετο περὶ τοῦ πολέμου.
在这之后,他召集了朋友们开会,商讨战争事宜。
πάντων δὲ λεγόντων ἀνεπιτήδειον εἶναι τὸν τόπον περὶ τῶν ὅλων διακρίνεσθαι τοῖς πολεμίοις, πρὸς τὴν ἑσπέραν ἀπέστειλε κήρυκα περὶ τῆς εἰς αὔριον ἀναιρέσεως τῶν νεκρῶν, καὶ τὸν μὲν ἐκ τῆς πόλεως ὄχλον περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐξαπέστειλεν, αὐτὸς δὲ περὶ μέσας νύκτας ἀφώρμησε, καταλιπὼν τῶν ψιλῶν περὶ δισχιλίους.
由于所有人都说该地点不适合与敌人进行决定全局的决战,他在傍晚派遣使者,要求在明日收回尸体,并在夜间第一哨兵时分将城内的群众送走,而他自己则在半夜时分出发,留下了大约两千名轻装兵。
§13.111.2τούτοις δʼ ἦν παρηγγελμένον πυρὰ καίειν διʼ ὅλης τῆς νυκτὸς καὶ θορυβοποιεῖν πρὸς τὸ δόξαν ἐμποιῆσαι τοῖς Καρχηδονίοις ὡς μένοντος ἐν τῇ πόλει.
这些人被命令整夜生火并制造噪音,以便让迦太基人产生他仍留在城内的印象。
οὗτοι μὲν οὖν ἤδη τῆς ἡμέρας ὑποφωσκούσης ἀφώρμησαν πρὸς τοὺς περὶ τὸν Διονύσιον, οἱ δὲ Καρχηδόνιοι διαισθόμενοι τὸ γεγονὸς μετεστρατοπέδευσαν εἰς τὴν πόλιν καὶ τὰ περιλειφθέντα κατὰ τὰς οἰκίας διήρπασαν.
于是,在天刚破晓时,这些人便出发前往狄奥尼修斯一行人那里;而迦太基人察觉到发生的事情后,便将营地迁入城内,并洗劫了房屋里留下的一切。
§13.111.3Διονύσιος δὲ παραγενόμενος εἰς τὴν Καμάριναν, ἠνάγκασε καὶ τοὺς ἐκεῖ μετὰ τέκνων καὶ γυναικῶν εἰς Συρακούσας ἀπιέναι.
狄奥尼修斯到达卡马里纳后,也强迫那里的人带着孩子和妻子前往叙拉古。
τοῦ φόβου δʼ οὐδεμίαν ἀναβολὴν διδόντος τινὲς μὲν ἀργύριον καὶ χρυσίον καὶ τὰ ῥᾳδίως φέρεσθαι δυνάμενα συνεσκευάζοντο, τινὲς δὲ γονεῖς καὶ τέκνα τὰ νήπια λαβόντες ἔφευγον, οὐδεμίαν ἐπιστροφὴν χρημάτων ποιούμενοι· ἔνιοι δὲ γεγηρακότες ἢ νόσῳ βαρυνόμενοι διʼ ἐρημίαν συγγενῶν ἢ φίλων ὑπελείποντο, προσδοκωμένων ὅσον οὔπω παρέσεσθαι τῶν Καρχηδονίων·
由于恐惧不容任何拖延,有些人收拾了金银和易于携带的物品,有些人则带着父母和婴儿逃跑,完全不顾财产;还有一些人由于年迈或饱受疾病折磨,因缺乏亲友而被留在了后面,而迦太基人预计随时都会到来。
§13.111.4ἡ γὰρ περὶ Σελινοῦντα καὶ Ἱμέραν, ἔτι δὲ Ἀκράγαντα, γενομένη συμφορὰ τοὺς ἀνθρώπους ἐξέπληττε, πάντων καθάπερ ὑπὸ τὴν ὅρασιν λαμβανόντων τὴν τῶν Καρχηδονίων δεινότητα.
因为在塞利努斯、希梅拉以及阿克拉加斯发生的灾难使人们感到惊恐,每个人都仿佛亲眼看到了迦太基人的残暴。
οὐδεμία γὰρ ἦν παρʼ αὐτοῖς φειδὼ τῶν ἁλισκομένων, ἀλλʼ ἀσυμπαθῶς τῶν ἠτυχηκότων οὓς μὲν ἀνεσταύρουν, οἷς δʼ ἀφορήτους ἐπῆγον ὕβρεις.
因为他们对被俘者毫无怜悯,反而无情地将一些遭遇不幸的人钉在十字架上,并对另一些人施加无法忍受的侮辱。
§13.111.5οὐ μὴν ἀλλὰ δυεῖν πόλεων ἐξοριζομένων ἔγεμεν ἡ χώρα γυναικῶν καὶ παίδων καὶ τῶν ἄλλων ὄχλων·
不仅如此,由于两座城市的人被驱逐,乡间挤满了妇女、儿童和其他群众。
ἃ θεωροῦντες οἱ στρατιῶται διʼ ὀργῆς μὲν εἶχον τὸν Διονύσιον, ἠλέουν δὲ τὰς τῶν ἀκληρούντων τύχας· §13.111.6ἑώρων γὰρ παῖδας ἐλευθέρους καὶ παρθένους ἐπιγάμους ἀναξίως τῆς ἡλικίας ὡς ἔτυχε κατὰ τὴν ὁδὸν ὡρμημένας, ἐπειδὴ τὴν σεμνότητα καὶ τὴν πρὸς τοὺς ἀλλοτρίους ἐντροπὴν ὁ καιρὸς ἀφῃρεῖτο.
看到这一幕,士兵们对狄奥尼修斯怀有愤怒,但又怜悯那些不幸者的命运;因为他们看到自由的孩子和待嫁的少女们,以不合其年龄的、狼狈的方式在路上奔波,因为危机剥夺了她们的尊严以及对陌生人的羞耻感。
παραπλησίως δὲ καὶ τοῖς πρεσβυτέροις συνήλγουν, βλέποντες παρὰ φύσιν ἀναγκαζομένους ἅμα τοῖς ἀκμάζουσιν ἐπισπεύδειν.
同样地,他们也对老人们感到痛心,看到他们违背自然地被迫与年富力强的人一起赶路。