Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.110.1-13.110.7

盖拉救援失败与同盟军的溃败

第 289 段,共 723 段 · 希腊语

内容简介

在盖拉战役中,由于协同不足,狄奥尼修斯的计划宣告失败,同盟的意大利人和西西里人损失惨重,狄奥尼修斯本人也撤回城内。

§13.110.1εὐκαίρως δʼ αὐτῶν ποιησάντων τὸ παραγγελθέν, οἱ μὲν Καρχηδόνιοι πρὸς ἐκεῖνο τὸ μέρος παρεβοήθουν, ἀνείργοντες τοὺς ἐκ τῶν νεῶν ἀποβαίνοντας· καὶ γὰρ οὐδʼ ὠχυρωμένον τὸ μέρος εἶχον, ἅπαν τὸ παρὰ τὸν αἰγιαλὸν·
既然他们及时地执行了命令,迦太基人便前往那部分进行增援,阻止那些从船上登岸的人;因为在整个海岸沿线,他们并没有将那部分要塞化。
§13.110.2οἱ δʼ Ἰταλιῶται κατὰ τοῦτον τὸν καιρὸν παρὰ τὴν θάλατταν τὸ πᾶν διανύσαντες ἐπέθεντο τῇ παρεμβολῇ τῶν Καρχηδονίων, τοὺς πλείστους εὑρόντες παραβεβοηθηκότας ἐπὶ τὰς ναῦς· τοὺς δʼ ἐπὶ τούτου τοῦ μέρους ὑπολελειμμένους τρεψάμενοι παρεισέπεσον εἰς τὴν στρατοπεδείαν.
与此同时,意大利人在这关键时刻沿着海边走完了全程,袭击了迦太基人的营地,发现大部分敌军已经增援到船只那边;他们击溃了留在这一部分的敌人,冲进了营地。
§13.110.3οὗ γενηθέντος οἱ Καρχηδόνιοι τῷ πλείστῳ μέρει τῆς δυνάμεως ἐπιστρέψαντες καὶ πολὺν διαγωνισάμενοι χρόνον μόγις ἐξέωσαν τοὺς ἐντὸς τῆς τάφρου βιασαμένους.
这件事发生后,迦太基人率领主力部队折回,经过长时间的战斗,才勉强将那些强行闯入壕沟内部的人赶了出去。
οἱ δὲ Ἰταλιῶται τῷ πλήθει τῶν βαρβάρων καταπονούμενοι κατὰ τὴν ἀναχώρησιν εἰς τὸ τοῦ χάρακος ἀπωξυμμένον ἐνέπιπτον, οὐκ ἔχοντες βοήθειαν· §13.110.4οἵ τε γὰρ Σικελιῶται διὰ τοῦ πεδίου πορευόμενοι καθυστέρουν τῶν καιρῶν, οἵ τε μετὰ Διονυσίου μισθοφόροι μόγις διεπορεύοντο τὰς κατὰ τὴν πόλιν ὁδούς, οὐ δυνάμενοι κατὰ τὴν ἰδίαν προαίρεσιν ἐπισπεῦσαι.
然而,意大利人被人数众多的蛮族压制,在撤退时撞上了栅栏的尖锐部分,得不到任何救援;因为西西里人虽然在平原上前进,却错过了关键时机,而跟随狄奥尼修斯的雇佣兵则艰难地穿过城市街道,无法按照自己的意愿加快速度。
οἱ δὲ Γελῷοι μέχρι τινὸς ἐπεξιόντες ἐπεβοήθουν κατὰ βραχὺν τόπον τοῖς Ἰταλιώταις, εὐλαβούμενοι λιπεῖν τὴν τῶν τειχῶν φυλακήν· διόπερ ὑστέρουν τῆς βοηθείας.
盖拉人虽然在一定程度上出城迎击,在狭小的地带援助了意大利人,但他们害怕放弃对城墙的防守,因此救援迟到了。
§13.110.5οἱ δὲ Ἴβηρες καὶ Καμπανοὶ μετὰ τῶν Καρχηδονίων στρατευόμενοι, καὶ βαρεῖς ἐπικείμενοι τοῖς ἀπὸ τῆς Ἰταλίας Ἕλλησι, κατέβαλον αὐτῶν πλείους τῶν χιλίων.
至于与迦太基人一同作战的伊比利亚人和坎帕尼亚人,他们猛烈地袭击了来自意大利的希腊人,斩杀了他们中的一千多人。
τῶν δʼ ἐν ταῖς ναυσὶν ἀνειργόντων τοξεύμασι τοὺς διώκοντας, οἱ λοιποὶ μετʼ ἀσφαλείας διεσώθησαν πρὸς τὴν πόλιν.
由于船上的人用弓箭阻击了追兵,其余的人才安全地逃回了城市。
§13.110.6ἐκ δὲ θατέρου μέρους οἱ Σικελιῶται πρὸς τοὺς ἀπαντήσαντας Λίβυας διαγωνισάμενοι συχνοὺς μὲν αὐτῶν ἀνεῖλον, τοὺς δʼ ἄλλους εἰς τὴν στρατοπεδείαν συνεδίωξαν· τῶν δὲ Ἰβήρων καὶ Καμπανῶν, ἔτι δὲ Καρχηδονίων, παραβοηθησάντων τοῖς Λίβυσι, περὶ ἑξακοσίους ἀποβαλόντες πρὸς τὴν πόλιν ἀπεχώρησαν.
在另一侧,西西里人与迎面而来的利比亚人交战,杀死了他们中的许多人,并将其余的人赶回了营地;但当伊比利亚人、坎帕尼亚人乃至迦太基人前来增援利比亚人时,西西里人损失了大约六百人,撤回了城市。
§13.110.7οἱ δʼ ἱππεῖς ὡς εἶδον τοὺς ἰδίους ἡττημένους, καὶ αὐτοὶ πρὸς τὴν πόλιν ἀπῆλθον, ἐπικειμένων αὐτοῖς τῶν πολεμίων.
骑兵们看到自己人战败,在敌人的步步逼近下,他们也退回了城市。
Διονύσιος δὲ μόγις διελθὼν τὴν πόλιν, ὡς κατέλαβε τὸ στρατόπεδον ἠλαττωμένον, τότε μὲν ἐντὸς τῶν τειχῶν ἀνεχώρησεν.
狄奥尼修斯艰难地穿过城市后,当他发现自己的军队已经溃败,便在那时撤退到了城墙之内。

词汇与语法注释

  1. 13.110.1αὐτῶν ποιησάντων τὸ παραγγελθέν — 属格绝对(独立分词短语)。属格主语 αὐτῶν 指代前一章(§13.109.5)末尾提到的“船上的人(τοῖς δʼ ἐν ταῖς ναυσὶ)”。
  2. 13.110.3τὸ τοῦ χάρακος ἀπωξυμμένον — 动词 ἀποξύνω(使变尖)的完成时被动分词中性单数 ἀπωξυμμένον 带冠词作名词性使用,修饰属格 τοῦ χάρακος(栅栏),意为“栅栏的尖锐部分”或“尖木桩”。
  3. 13.110.4καθυστέρουν τῶν καιρῶν — 动词 καθυστερέω(落后、错过)支配属格。此处 τῶν καιρῶν(时机、关键时刻)为属格,意为“错过了关键的时机”或“在时机上落后”。
  4. 13.110.7ἠλαττωμένον — 作为感官动词 κατέλαβε(发现、处于)宾语补足语的陈述分词。它表示狄奥尼修斯发现自己的军队“处于劣势”或“遭受挫败”的状态。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.110.1-13.110.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.110.1-13.110.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。