§13.109.1Διονύσιος δʼ ὁ τῶν Συρακοσίων τύραννος μεταπεμψάμενος παρὰ τῶν ἐξ Ἰταλίας Ἑλλήνων βοήθειαν ἐξῆγε καὶ παρὰ τῶν ἄλλων συμμάχων δύναμιν· ἐπέλεξε δὲ καὶ τῶν Συρακοσίων τοὺς πλείστους τῶν ἐν ἡλικίᾳ καὶ τοὺς μισθοφόρους κατέλεξεν εἰς τὸ στρατόπεδον.
叙拉古的篡位者狄奥尼修斯向意大利的希腊人请求援助,并从其他盟国中带领军队;他还挑选了叙拉古人中大多数适龄服役的人,并将雇佣兵招募进军队。
§13.109.2εἶχε δὲ τοὺς ἅπαντας, ὡς μέν τινες, πεντακισμυρίους, ὡς δὲ Τίμαιος ἀνέγραψε, πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ χιλίους, ναῦς δὲ καταφράκτους πεντήκοντα.
他拥有的总人数,据某些人说为五万人,但据蒂迈欧记录,有步兵三万人、骑兵一千人、有甲板的船只五十艘。
μετὰ δὲ τοσαύτης δυνάμεως ἐξορμήσας ἐπὶ τὴν βοήθειαν τοῖς Γελῴοις, ὡς ἤγγισε τῆς πόλεως, κατεστρατοπέδευσε παρὰ τὴν θάλατταν.
他率领如此庞大的军队出发前往救援盖拉人,在接近城市时,在海边安营扎寨。
§13.109.3ἔσπευδε γὰρ μὴ διασπᾶν τὴν στρατιάν, ἀλλʼ ἐκ τοῦ αὐτοῦ τόπου τὴν ὁρμὴν ποιούμενος κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν ἀγωνίζεσθαι· τοῖς μὲν γὰρ ψιλοῖς ἠγωνίζετο καὶ τὴν χώραν οὐκ εἴα προνομεύεσθαι, τοῖς δʼ ἱππεῦσι καὶ ταῖς ναυσὶν ἐπειρᾶτο τὰς ἀγορὰς ἀφαιρεῖσθαι τὰς κομιζομένας τοῖς Καρχηδονίοις ἐκ τῆς ἰδίας ἐπικρατείας.
因为他极力避免分散兵力,而是希望从同一地点发起进攻,同时在陆地和海上进行战斗;实际上,他利用轻装步兵进行战斗,不容许领土遭到掠夺,并企图利用骑兵和船只切断从迦太基人自身统治区运送给他们的物资。
§13.109.4ἐφʼ ἡμέρας μὲν οὖν εἴκοσι διέτριβον οὐδὲν ἄξιον λόγου πράττοντες· μετὰ δὲ ταῦτα Διονύσιος τοὺς πεζοὺς εἰς τρία μέρη διεῖλεν, ἓν μὲν τάγμα ποιήσας τῶν Σικελιωτῶν, οἷς προσέταξεν ἐν ἀριστερᾷ τὴν πόλιν ἔχοντας ἐπὶ τὸν χάρακα τῶν ἐναντίων πορεύεσθαι· τὸ δʼ ἕτερον τάγμα συμμάχων καταστήσας ἐκέλευσεν ἐν δεξιᾷ τὴν πόλιν ἔχοντας ἐπείγεσθαι παρʼ αὐτὸν τὸν αἰγιαλόν· αὐτὸς δʼ ἔχων τὸ τῶν μισθοφόρων σύνταγμα διὰ τῆς πόλεως ὥρμησεν ἐπὶ τὸν τόπον, οὗ τὰ μηχανήματα τῶν Καρχηδονίων ἦν.
于是,在二十天里,他们虚度光阴,没有做任何值得一提的事;在此之后,狄奥尼修斯将步兵分为三部分,将其中一个师由西西里人组成,命令他们让城市处于左侧,向敌人的防线前进;他组建了由盟军组成的另一个师,命令他们让城市处于右侧,沿着海岸线推进;而他自己则率领雇佣兵部队,穿过城市冲向迦太基人放置攻城器械的地方。
§13.109.5καὶ τοῖς μὲν ἱππεῦσι παρήγγειλεν, ἐπειδὰν ἴδωσι τοὺς πεζοὺς ὡρμημένους, διαβῆναι τὸν ποταμὸν καὶ τὸ πεδίον καθιππάζεσθαι, κἂν μὲν ὁρῶσι τοὺς ἰδίους προτεροῦντας, συνεπιλαμβάνεσθαι τῆς μάχης, ἂν δʼ ἐλαττωμένους, δέχεσθαι τοὺς θλιβομένους· τοῖς δʼ ἐν ταῖς ναυσὶ παρήγγειλε πρὸς τὴν τῶν Ἰταλιωτῶν ἔφοδον τῇ παρεμβολῇ τῶν πολεμίων ἐπιπλεῦσαι.
他向骑兵下令,一旦看到步兵出击,就渡过河流在平原上驰骋,如果看到自己人占了上风,就加入战斗,如果处于下风,就接应受到压迫的人;他向船上的人下令,配合意大利人的进攻,向敌人的营地驶去。