§13.110.1εὐκαίρως δʼ αὐτῶν ποιησάντων τὸ παραγγελθέν, οἱ μὲν Καρχηδόνιοι πρὸς ἐκεῖνο τὸ μέρος παρεβοήθουν, ἀνείργοντες τοὺς ἐκ τῶν νεῶν ἀποβαίνοντας· καὶ γὰρ οὐδʼ ὠχυρωμένον τὸ μέρος εἶχον, ἅπαν τὸ παρὰ τὸν αἰγιαλὸν·
Since they did what had been ordered opportunely, the Carthaginians went to help at that part, keeping back those who were disembarking from the ships; for they did not have that part fortified, along the whole beach.
§13.110.2οἱ δʼ Ἰταλιῶται κατὰ τοῦτον τὸν καιρὸν παρὰ τὴν θάλατταν τὸ πᾶν διανύσαντες ἐπέθεντο τῇ παρεμβολῇ τῶν Καρχηδονίων, τοὺς πλείστους εὑρόντες παραβεβοηθηκότας ἐπὶ τὰς ναῦς· τοὺς δʼ ἐπὶ τούτου τοῦ μέρους ὑπολελειμμένους τρεψάμενοι παρεισέπεσον εἰς τὴν στρατοπεδείαν.
Meanwhile, the Italiotes, having completed the whole distance along the sea at this critical moment, attacked the camp of the Carthaginians, finding that most of them had gone to help at the ships; and having routed those who had been left behind in this part, they burst into the camp.
§13.110.3οὗ γενηθέντος οἱ Καρχηδόνιοι τῷ πλείστῳ μέρει τῆς δυνάμεως ἐπιστρέψαντες καὶ πολὺν διαγωνισάμενοι χρόνον μόγις ἐξέωσαν τοὺς ἐντὸς τῆς τάφρου βιασαμένους.
When this happened, the Carthaginians, turning back with the greater part of their force and fighting for a long time, with difficulty drove out those who had forced their way inside the ditch.
οἱ δὲ Ἰταλιῶται τῷ πλήθει τῶν βαρβάρων καταπονούμενοι κατὰ τὴν ἀναχώρησιν εἰς τὸ τοῦ χάρακος ἀπωξυμμένον ἐνέπιπτον, οὐκ ἔχοντες βοήθειαν· §13.110.4οἵ τε γὰρ Σικελιῶται διὰ τοῦ πεδίου πορευόμενοι καθυστέρουν τῶν καιρῶν, οἵ τε μετὰ Διονυσίου μισθοφόροι μόγις διεπορεύοντο τὰς κατὰ τὴν πόλιν ὁδούς, οὐ δυνάμενοι κατὰ τὴν ἰδίαν προαίρεσιν ἐπισπεῦσαι.
But the Italiotes, being hard pressed by the multitude of the barbarians, fell back during their retreat against the pointed parts of the palisade, having no assistance; for the Siceliots, advancing through the plain, were lagging behind the critical moments, and the mercenaries with Dionysius were with difficulty making their way through the streets of the city, unable to hasten according to their own choice.
οἱ δὲ Γελῷοι μέχρι τινὸς ἐπεξιόντες ἐπεβοήθουν κατὰ βραχὺν τόπον τοῖς Ἰταλιώταις, εὐλαβούμενοι λιπεῖν τὴν τῶν τειχῶν φυλακήν· διόπερ ὑστέρουν τῆς βοηθείας.
And the Geloans, sallying out to some extent, helped the Italiotes in a narrow space, being cautious about leaving the guard of the walls; therefore they were late with their assistance.
§13.110.5οἱ δὲ Ἴβηρες καὶ Καμπανοὶ μετὰ τῶν Καρχηδονίων στρατευόμενοι, καὶ βαρεῖς ἐπικείμενοι τοῖς ἀπὸ τῆς Ἰταλίας Ἕλλησι, κατέβαλον αὐτῶν πλείους τῶν χιλίων.
But the Iberians and Campanians, who were campaigning with the Carthaginians, falling heavily upon the Greeks from Italy, cut down more than a thousand of them.
τῶν δʼ ἐν ταῖς ναυσὶν ἀνειργόντων τοξεύμασι τοὺς διώκοντας, οἱ λοιποὶ μετʼ ἀσφαλείας διεσώθησαν πρὸς τὴν πόλιν.
Since those in the ships kept back the pursuers with missiles, the rest were saved safely to the city.
§13.110.6ἐκ δὲ θατέρου μέρους οἱ Σικελιῶται πρὸς τοὺς ἀπαντήσαντας Λίβυας διαγωνισάμενοι συχνοὺς μὲν αὐτῶν ἀνεῖλον, τοὺς δʼ ἄλλους εἰς τὴν στρατοπεδείαν συνεδίωξαν· τῶν δὲ Ἰβήρων καὶ Καμπανῶν, ἔτι δὲ Καρχηδονίων, παραβοηθησάντων τοῖς Λίβυσι, περὶ ἑξακοσίους ἀποβαλόντες πρὸς τὴν πόλιν ἀπεχώρησαν.
On the other side, the Siceliots, having fought against the Libyans who met them, slew many of them, and pursued the rest into the camp; but when the Iberians, Campanians, and also Carthaginians came to help the Libyans, having lost about six hundred men, they retreated to the city.
§13.110.7οἱ δʼ ἱππεῖς ὡς εἶδον τοὺς ἰδίους ἡττημένους, καὶ αὐτοὶ πρὸς τὴν πόλιν ἀπῆλθον, ἐπικειμένων αὐτοῖς τῶν πολεμίων.
And when the cavalry saw their own men defeated, they too went back to the city, with the enemy pressing upon them.
Διονύσιος δὲ μόγις διελθὼν τὴν πόλιν, ὡς κατέλαβε τὸ στρατόπεδον ἠλαττωμένον, τότε μὲν ἐντὸς τῶν τειχῶν ἀνεχώρησεν.
Dionysius, having with difficulty passed through the city, when he found his army defeated, then retreated within the walls.