§13.102.1τούτων δὲ κυρωθέντων, καὶ μελλόντων αὐτῶν ὑπὸ τῶν δημοσίων ἐπὶ τὸν θάνατον ἄγεσθαι, Διομέδων εἷς τῶν στρατηγῶν παρῆλθεν εἰς τὸ μέσον, ἀνὴρ καὶ τὰ περὶ τὸν πόλεμον ἔμπρακτος καὶ δικαιοσύνῃ τε καὶ ταῖς ἄλλαις ἀρεταῖς δοκῶν διαφέρειν.
当这些判决被批准,且他们正要被公职人员带去执行死刑时,将领之一的迪奥梅东走到了会场中央,此人不仅在军事上精明强干,而且在正义及其他德行上也被公认为出类拔萃。
§13.102.2σιωπησάντων δὲ πάντων εἶπεν· ἄνδρες Ἀθηναῖοι, τὰ μὲν περὶ ἡμῶν κυρωθέντα συνενέγκαι τῇ πόλει· τὰς δὲ ὑπὲρ τῆς νίκης εὐχὰς ἐπειδήπερ ἡ τύχη κεκώλυκεν ἡμᾶς ἀποδοῦναι, καλῶς ἔχον ὑμᾶς φροντίσαι, καὶ τῷ Διὶ τῷ σωτῆρι καὶ Ἀπόλλωνι καὶ ταῖς σεμναῖς θεαῖς ἀπόδοτε· τούτοις γὰρ εὐξάμενοι τοὺς πολεμίους κατεναυμαχήσαμεν.
在众人静默之后,他说道:“雅典的男人们,愿关于我们的判决能对城邦有利;至于为胜利而许下的神圣誓言,既然命运阻碍了我们去履行,那么由你们来留心照料便是妥当的,请将它们奉献给救主宙斯、阿波罗以及庄严的女神们;因为正是向这些神明许愿后,我们才在海战中击败了敌人。
§13.102.3ὁ μὲν οὖν Διομέδων ταῦτα διαλεχθεὶς ἐπὶ τὸν κυρωθέντα θάνατον ἀπήγετο μετὰ τῶν ἄλλων στρατηγῶν, τοῖς ἀγαθοῖς τῶν πολιτῶν πολὺν οἶκτον παραστήσας καὶ δάκρυα· τὸν γὰρ ἀδίκως τελευτᾶν μέλλοντα τοῦ μὲν καθʼ αὑτὸν πάθους μηδʼ ἡντινοῦν ποιεῖσθαι μνείαν, ὑπὲρδὲ τῆς ἀδικούσης πόλεως ἀξιοῦν τὰς εὐχὰς ἀποδιδόναι τοῖς θεοῖς, ἐφαίνετʼ ἀνδρὸς εὐσεβοῦς ἔργον καὶ μεγαλοψύχου καὶ τῆς περὶ αὐτὸν τύχης ἀναξίου.
” 迪奥梅东说完了这些话,便与其他将领一起被带去执行已被批准的死刑,这在正直的公民中引起了极大的同情与泪水;因为一个即将无辜受死的人,不仅对自己所遭遇的痛苦不着一字,反而要求为那个不公正对待他的城邦向神明履行誓言,这显出一个虔诚而宽宏大量之人的作为,是与他所遭遇的命运完全不相称的。
§13.102.4τούτους μὲν οὖν οἱ ταχθέντες ὑπὸ τῶν νόμων ἕνδεκα ἄρχοντες ἀπέκτειναν, οὐχ οἷον ἠδικηκότας τι τὴν πόλιν, ἀλλὰ ναυμαχίαν μεγίστην τῶν Ἕλλησι πρὸς Ἕλληνας γεγενημένων νενικηκότας καὶ ἐν ἄλλαις μάχαις λαμπρῶς ἠγωνισμένους, καὶ διὰ τὰς ἰδίας ἀρετὰς τρόπαια κατὰ τῶν πολεμίων ἑστακότας.
于是,法律所任命的十一位官吏处死了这些人,他们绝非对城邦犯下了什么罪行,而是赢得了希腊人与希腊人之间所发生过的最大规模的海战,并在其他战斗中表现英勇,因其自身的才能而树立了战胜敌人的凯旋碑。
§13.102.5οὕτως δʼ ὁ δῆμος τότε παρεφρόνησε, καὶ παροξυνθεὶς ἀδίκως ὑπὸ τῶν δημαγωγῶν τὴν ὀργὴν ἀπέσκηψεν εἰς ἄνδρας οὐ τιμωρίας, ἀλλὰ πολλῶν ἐπαίνων καὶ στεφάνων ἀξίους.
当时,民众竟如此丧失理智,在煽动家们的不公正挑唆下,将愤怒倾泻在这些不该受罚、反而配享极大赞誉和桂冠的人身上。