§13.102.1τούτων δὲ κυρωθέντων, καὶ μελλόντων αὐτῶν ὑπὸ τῶν δημοσίων ἐπὶ τὸν θάνατον ἄγεσθαι, Διομέδων εἷς τῶν στρατηγῶν παρῆλθεν εἰς τὸ μέσον, ἀνὴρ καὶ τὰ περὶ τὸν πόλεμον ἔμπρακτος καὶ δικαιοσύνῃ τε καὶ ταῖς ἄλλαις ἀρεταῖς δοκῶν διαφέρειν.
これらの判決が確定し、彼らが公の刑吏たちによって死刑へと連行されようとしていた時、将軍の一人であったディオメドンが中央へと進み出た。 彼は軍事において有能であり、正義やその他の徳においても傑出していると目されていた人物であった。
§13.102.2σιωπησάντων δὲ πάντων εἶπεν·
一同が静まり返ると、彼は言った。
ἄνδρες Ἀθηναῖοι, τὰ μὲν περὶ ἡμῶν κυρωθέντα συνενέγκαι τῇ πόλει·
「アテナイの市民の皆さん、私たちに関して下された判決が、都市にとって益となりますように。
τὰς δὲ ὑπὲρ τῆς νίκης εὐχὰς ἐπειδήπερ ἡ τύχη κεκώλυκεν ἡμᾶς ἀποδοῦναι, καλῶς ἔχον ὑμᾶς φροντίσαι, καὶ τῷ Διὶ τῷ σωτῆρι καὶ Ἀπόλλωνι καὶ ταῖς σεμναῖς θεαῖς ἀπόδοτε·
勝利に対する感謝の祈りについては、運命が私たちの果たすことを阻んだのですから、皆さんがそれを気遣うのがふさわしいことです。 救い主ゼウス、アポロン、そして厳かな女神たちに祈りを捧げてください。
τούτοις γὰρ εὐξάμενοι τοὺς πολεμίους κατεναυμαχήσαμεν.
私たちはこれらの神々に祈りを誓って、敵を海戦で打ち破ったのですから。
§13.102.3ὁ μὲν οὖν Διομέδων ταῦτα διαλεχθεὶς ἐπὶ τὸν κυρωθέντα θάνατον ἀπήγετο μετὰ τῶν ἄλλων στρατηγῶν, τοῖς ἀγαθοῖς τῶν πολιτῶν πολὺν οἶκτον παραστήσας καὶ δάκρυα·
」ディオメドンはこのように語った後、他の将軍たちと共に、確定した死刑執行のために連行されていったが、良識ある市民たちに深い哀れみと涙を呼び起こした。
τὸν γὰρ ἀδίκως τελευτᾶν μέλλοντα τοῦ μὲν καθʼ αὑτὸν πάθους μηδʼ ἡντινοῦν ποιεῖσθαι μνείαν, ὑπὲρδὲ τῆς ἀδικούσης πόλεως ἀξιοῦν τὰς εὐχὰς ἀποδιδόναι τοῖς θεοῖς, ἐφαίνετʼ ἀνδρὸς εὐσεβοῦς ἔργον καὶ μεγαλοψύχου καὶ τῆς περὶ αὐτὸν τύχης ἀναξίου.
不当に死を迎えようとしている者が、自分自身の受難については何一つ言及せず、自分を不当に扱う都市のために神々へ祈りを捧げるよう求めることは、敬虔かつ気高い人の行いであり、彼に降りかかった運命にはふさわしくないものと思われたからである。
§13.102.4τούτους μὲν οὖν οἱ ταχθέντες ὑπὸ τῶν νόμων ἕνδεκα ἄρχοντες ἀπέκτειναν, οὐχ οἷον ἠδικηκότας τι τὴν πόλιν, ἀλλὰ ναυμαχίαν μεγίστην τῶν Ἕλλησι πρὸς Ἕλληνας γεγενημένων νενικηκότας καὶ ἐν ἄλλαις μάχαις λαμπρῶς ἠγωνισμένους, καὶ διὰ τὰς ἰδίας ἀρετὰς τρόπαια κατὰ τῶν πολεμίων ἑστακότας.
こうして、法律によって任命された十一人の役人たちが彼らを処刑したが、彼らは都市に対して何らかの不義を働いた者たちではなく、ギリシア人同士の間で起こったものとしては最大の海戦に勝利し、他の戦いでも目覚ましく奮闘し、自らの卓越した能力によって敵に対する勝利記念碑を打ち立てた人々であった。
§13.102.5οὕτως δʼ ὁ δῆμος τότε παρεφρόνησε, καὶ παροξυνθεὶς ἀδίκως ὑπὸ τῶν δημαγωγῶν τὴν ὀργὴν ἀπέσκηψεν εἰς ἄνδρας οὐ τιμωρίας, ἀλλὰ πολλῶν ἐπαίνων καὶ στεφάνων ἀξίους.
このように、当時の民衆は正気を失っており、民衆指導者たちによって不当に煽り立てられ、罰ではなく、多くの称賛と月桂冠を受けるに値する人々に対して、その怒りを浴びせたのである。