Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.101.1-13.101.7

未收遗体之咎与雅典将领的审判与处决

第 280 段,共 723 段 · 希腊语

内容简介

雅典虽庆祝阿吉努赛的胜利,但因未收回战死者遗体而对将领产生愤怒并提起公审。在将领与塞拉门尼斯等人的相互指责中,最终回国的将领被判处死刑。

§13.101.1Ἀθηναῖοι δὲ πυθόμενοι τὴν ἐν ταῖς Ἀργινούσαις εὐημερίαν ἐπὶ μὲν τῇ νίκῃ τοὺς στρατηγοὺς ἐπῄνουν, ἐπὶ δὲ τῷ περιιδεῖν ἀτάφους τοὺς ὑπὲρ τῆς ἡγεμονίας τετελευτηκότας χαλεπῶς διετέθησαν.
雅典人得知在阿吉努赛的捷报后,一方面因胜利而赞扬将领们,另一方面却因他们任由那些为争夺霸权而牺牲的人不加葬埋而感到愤怒。
§13.101.2Θηραμένους δὲ καὶ Θρασυβούλου προαπεληλυθότων εἰς Ἀθήνας, ὑπολαβόντες οἱ στρατηγοὶ τούτους εἶναι τοὺς διαβαλόντας πρὸς τὰ πλήθη περὶ τῶν τελευτησάντων, ἀπέστειλαν κατʼ αὐτῶν ἐπιστολὰς πρὸς τὸν δῆμον, διασαφοῦντες ὅτι τούτοις ἐπέταξαν ἀνελέσθαι τοὺς τελευτήσαντας· ὅπερ μάλιστʼ αὐτοῖς αἴτιον ἐγενήθη τῶν κακῶν.
塞拉门尼斯和色拉西布鲁斯已先行返回雅典,将领们怀疑是这两人在大众面前就死者一事诋毁了他们,于是向公民大会送去了对他们不利的书信,声明他们曾命令这两人去收回死者遗体;而这恰恰成了将领们最大祸害的起因。
§13.101.3δυνάμενοι γὰρ ἔχειν συναγωνιστὰς εἰς τὴν κρίσιν τοὺς περὶ Θηραμένην, ἄνδρας καὶ λόγῳ δυνατοὺς καὶ φίλους πολλοὺς ἔχοντας, καὶ τὸ μέγιστον, συμπαραγεγονότας τοῖς εἰς τὴν ναυμαχίαν πράγμασιν, ἐκ τῶν ἐναντίων ἔσχον ἀντιδίκους καὶ πικροὺς κατηγόρους.
因为他们本可以在审判中让塞拉门尼斯一伙人成为共同奋斗的盟友——这些人既擅长言辞、拥有众多朋友,而且最重要的是,他们曾亲身参与了海战的事实——相反地,将领们却使他们变成了诉讼对手和刻薄的指控者。
§13.101.4ἀναγνωσθεισῶν γὰρ ἐν τῷ δήμῳ τῶν ἐπιστολῶν εὐθὺς μὲν τοῖς περὶ Θηραμένην ὠργίζετο τὰ πλήθη, τούτων δὲ ἀπολογησαμένων συνέβη τὴν ὀργὴν πάλιν μεταπεσεῖν εἰς τοὺς στρατηγούς.
当书信在公民大会上宣读时,群众起初对塞拉门尼斯一伙人感到愤怒,但在这些人进行辩护后,愤怒反而又重新转向了将领们。
§13.101.5διόπερ ὁ δῆμος προέθηκεν αὐτοῖς κρίσιν, καὶ Κόνωνα μὲν ἀπολύσας τῆς αἰτίας προσέταξε τούτῳ τὰς δυνάμεις παραδίδοσθαι, τοὺς δʼ ἄλλους ἐψηφίσατο τὴν ταχίστην ἥκειν.
因此,公民大会对他们提起审判,免除了科农的罪名并命令将军队交给他,而投票决定让其他将领尽快归来。
ὧν Ἀριστογένης μὲν καὶ Πρωτόμαχος φοβηθέντες τὴν ὀργὴν τοῦ πλήθους ἔφυγον, Θράσυλλος δὲ καὶ Καλλιάδης, ἔτι δὲ Λυσίας καὶ Περικλῆς καὶ Ἀριστοκράτης μετὰ τῶν πλείστων νεῶν κατέπλευσαν εἰς τὰς Ἀθήνας, ἐλπίζοντες τοὺς ἐν ταῖς ναυσὶ πολλοὺς ὄντας βοηθοὺς ἕξειν ἐν τῇ κρίσει.
在他们当中,阿里斯托格尼斯和普罗托马科斯因害怕群众的愤怒而逃亡,但色拉西卢斯、卡利亚德斯,以及吕西亚斯、伯里克利和阿里斯托克拉特斯,率领大部分战船驶回了雅典,期望船上的众多人员能在审判中成为他们的帮手。
§13.101.6ὡς δʼ εἰς τὴν ἐκκλησίαν τὰ πλήθη συνῆλθον, τῆς μὲν κατηγορίας καὶ τῶν πρὸς χάριν δημηγορούντων ἤκουον,τοὺς δʼ ἀπολογουμένους συνθορυβοῦντες οὐκ ἠνείχοντο τῶν λόγων.
当群众聚集到公民大会时,他们一方面倾听指控和迎合大众的演说,另一方面却用喧闹声打断辩护者,不愿容忍他们的陈述。
οὐκ ἐλάχιστα δʼ αὐτοὺς ἔβλαψαν οἱ συγγενεῖς τῶν τετελευτηκότων, παρελθόντες μὲν εἰς τὴν ἐκκλησίαν ἐν πενθίμοις, δεόμενοι δὲ τοῦ δήμου τιμωρήσασθαι τοὺς περιεωρακότας ἀτάφους τοὺς ὑπὲρ τῆς πατρίδος προθύμως τετελευτηκότας.
而死者的家属对他们造成了不小的伤害,他们身着丧服来到公民大会,恳求公民大会惩罚那些任由为国英勇牺牲者不加葬埋的人。
§13.101.7τέλος δʼ οἵ τε τούτων φίλοι καὶ οἱ τοῖς περὶ Θηραμένην συναγωνιζόμενοι πολλοὶ καθεστῶτες ἐνίσχυσαν, καὶ συνέβη καταδικασθῆναι τοὺς στρατηγοὺς θανάτῳ καὶ δημεύσει τῶν οὐσιῶν.
最后,这些人的朋友和许多支持塞拉门尼斯一伙的人占据了优势,结果将领们被判处死刑,并没收其财产。

词汇与语法注释

  1. 13.101.1περιιδεῖν — 动词 περιορῶ(放任,默视)的不定过去时不定式。该动词通常带分词或形容词以表示“放任(处于某种状态)”。此处带形容词 ἀτάφους(未埋葬的),表示“任由他们不加葬埋”。
  2. 13.101.2ὅπερ — 关系代词的主格中性单数形式。其先行词并非前文的单个词,而是指代前述的整个事件或陈述(即将领们向公民大会寄信以把责任推卸给塞拉门尼斯等人的行为)。
  3. 13.101.3δυνάμενοι — 现在分词阳性复数主格,修饰主动词 ἔσχον,在此具有让步含意(“虽然本可以……”)。它构成了一个对比结构:将领们本可以让塞拉门尼斯一伙人成为盟友(συναγωνιστάς),结果却使他们变成了对手(ἀν政敌,即 ἀντιδίκους)。
  4. 13.101.5ὧν — 属格复数的关系代词,用作句首的连接性关系词(“在他们当中……”),指代前文被命令归国的那些将领。
  5. 13.101.5βοηθοὺς ἕξειν — 将来时不定式,作表示期待的分词 ἐλπίζοντες(期望)的宾语。由于不定式的逻辑主语与分词的主语(回国的将领们)一致而被省略,宾格 βοηθούς 在此作为 ἕξειν 的宾语补足语(“拥有他们作为帮手”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.101.1-13.101.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.101.1-13.101.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。