Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.100.1-13.100.8

战后风暴阻碍收尸与莱桑德复出

第 279 段,共 723 段 · 希腊语

内容简介

阿吉努赛海战后,由于风暴大作,雅典人未能收回死者或解围米蒂利尼便撤退,而战败的斯巴达及其盟国决定规避法律限制,重新派遣莱桑德担任实际指挥官。

§13.100.1οἱ δʼ Ἀθηναῖοι διώξαντες ἐφʼ ἱκανὸν τοὺς ἡττημένους πάντα τὸν σύνεγγυς τόπον τῆς θαλάττης ἐπλήρωσαν νεκρῶν καὶ ναυαγίων.
雅典人在追击败军相当长的一段距离后,使附近的所有海域都塞满了尸体和船只残骸。
μετὰ δὲ ταῦτα τῶν στρατηγῶν οἱ μὲν ᾤοντο δεῖν τοὺς τετελευτηκότας ἀναιρεῖσθαι διὰ τὸ χαλεπῶς διατίθεσθαι τοὺς Ἀθηναίους ἐπὶ τοῖς ἀτάφους περιορῶσι τοὺς τετελευτηκότας, οἱ δʼ ἔφασαν δεῖν ἐπὶ τὴν Μιτυλήνην πλεῖν καὶ τὴν ταχίστην λῦσαι τὴν πολιορκίαν.
在此之后,在将领中,一些人认为应当收回死者遗体,因为他们知道雅典人对那些任由死者不加葬埋的人会严厉处置;而另一些人则表示,应当驶向米蒂利尼,并尽快解除包围。
§13.100.2ἐπεγενήθη δὲ καὶ χειμὼν μέγας, ὥστε σαλεύεσθαι τὰς τριήρεις, καὶ τοὺς στρατιώτας διά τε τὴν ἐκ τῆς μάχης κακοπάθειαν καὶ διὰ τὸ μέγεθος τῶν κυμάτων ἀντιλέγειν πρὸς τὴν ἀναίρεσιν τῶν νεκρῶν.
但此时也刮起了大风暴,以致三段铎船剧烈摇晃,而士兵们由于战斗带来的疲惫以及波涛的汹涌,纷纷反对收回死者遗体。
§13.100.3τέλος δὲ τοῦ χειμῶνος ἐπιτείνοντος οὔτε ἐπὶ τὴν Μιτυλήνην ἔπλευσαν οὔτε τοὺς τετελευτηκότας ἀνείλαντο, βιασθέντες δὲ ὑπὸ τῶν πνευμάτων εἰς Ἀργινούσας κατέπλευσαν.
最后,由于风暴愈演愈烈,他们既没有驶向米蒂利尼,也没有收回死者,而是被迫于风势,驶入了阿吉努赛。
ἀπώλοντο δὲ ἐν τῇ ναυμαχίᾳ τῶν μὲν Ἀθηναίων ναῦς εἴκοσι πέντε καὶ τῶν ἐν αὐταῖς οἱ πλεῖστοι, τῶν δὲ Πελοποννησίων ἑπτὰ πρὸς ταῖς ἑβδομήκοντα· §13.100.4διόπερ τοσούτων νεῶν καὶ τῶν ἐν αὐταῖς γεγενημένων ἀνδρῶν ἀπολωλότων ἐπλήσθη τῆς Κυμαίων καὶ Φωκαέων ἡ παραθαλάττιος χώρα νεκρῶν καὶ ναυαγίων.
在这场海战中,雅典人损失了二十五艘战船以及船上的大部分人员,而伯罗奔尼撒人则损失了七十七艘;因此,由于有如此多的战船及船上的人员丧生,库美和福凯亚的沿海地区塞满了尸体和残骸。
§13.100.5ὁ δὲ τὴν Μιτυλήνην πολιορκῶν Ἐτεόνικος πυθόμενός τινος τὴν τῶν Πελοποννησίων ἧτταν, τὰς μὲν ναῦς εἰς Χίον ἔπεμψε, τὴν δὲ πεζὴν δύναμιν αὐτὸς ἔχων εἰς τὴν Πυρραίων πόλιν ἀπεχώρησεν,οὖσαν σύμμαχον· ἐδεδοίκει γάρ, μήποτε τῷ στόλῳ πλευσάντων τῶν Ἀθηναίων ἐπʼ αὐτοὺς καὶ τῶν ἐκ τῆς πόλεως ἐπεξελθόντων κινδυνεύσῃ τὴν δύναμιν ἀποβαλεῖν ἅπασαν.
至于包围米蒂利尼的埃特奥尼库斯,在从某人处得知伯罗奔尼撒人战败的消息后,便将船只派往希奥,而自己则率领陆军撤退到了身为同盟的皮拉人城市;因为他害怕,一旦雅典人率领舰队向他们驶来,且城内的人又出击,他可能会冒失去全部军队的危险。
§13.100.6οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πλεύσαντες εἰς Μιτυλήνην καὶ τὸν Κόνωνα μετὰ τῶν τεσσαράκοντα νεῶν παραλαβόντες εἰς Σάμον κατέπλευσαν, κἀκεῖθεν ὁρμώμενοι τὴν τῶν πολεμίων χώραν ἐπόρθουν.
雅典的将领们则驶向米蒂利尼,接上科农及其四十艘战船后,驶入了萨摩斯,并以此为基地蹂躏敌人的领地。
§13.100.7μετὰ δὲ ταῦτα οἱ περὶ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν καὶ τὰς νήσους τὰς συμμαχούσας Λακεδαιμονίοις συνῆλθον εἰς Ἔφεσον, καὶ βουλευομένοις αὐτοῖς ἔδοξεν ἀποστέλλειν εἰς Σπάρτην καὶ Λύσανδρον αἰτεῖσθαι ναύαρχον· οὗτος γὰρ ἔν τε τῷ τῆς ναυαρχίας χρόνῳ κατωρθωκὼς ἦν πολλὰ καὶ ἐδόκει διαφέρειν στρατηγίᾳ τῶν ἄλλων.
在此之后,艾奥利斯、爱奥尼亚以及与拉栖代梦人结盟的岛屿的居民聚集在艾菲索斯;在他们商议时,大家决定派遣使者前往斯巴达,请求任命莱桑德为海军统帅;因为他在担任海军统帅期间取得了许多成就,且在统帅才能上似乎优于其他人。
§13.100.8οἱ δὲ Λακεδαιμόνιοι νόμον ἔχοντες δὶς τὸν αὐτὸν μὴ πέμπειν, καὶ τὸ πάτριον ἔθος μὴ θέλοντες καταλύειν, Ἄρακον μὲν εἵλοντο ναύαρχον, τὸν δὲ Λύσανδρον ἰδιώτην αὐτῷ συνεξέπεμψαν, προστάξαντες ἀκούειν ἅπαντα τούτου.
然而,拉栖代梦人有一条法律,规定不得两次派遣同一人,且他们不愿废除祖先的习俗,于是选择阿拉库斯为海军统帅,但让莱桑德作为平民与他一同前往,并命令阿拉库斯在一切事务上听从莱桑德。
οὗτοι μὲν ἐκπεμφθέντες ἐπὶ τὴν ἡγεμονίαν ἔκ τε τῆς Πελοποννήσου καὶ παρὰ τῶν συμμάχων τριήρεις ἤθροιζον ὅσας ἠδύναντο πλείστας.
这些人被派遣去担任指挥后,便从伯罗奔尼撒及盟国那里,尽其所能聚集了最多的三段铎船。

词汇与语法注释

  1. §13.100.1διὰ τὸ χαλεπῶς διατίθεσθαι τοὺς Ἀθηναίους ἐπὶ τοῖς ἀτάφους περιορῶσι τοὺς τετελευτηκότας — ‘τοὺς Ἀθηναίους’ 作冠词不定式 ‘τὸ ... διατίθεσθαι’ 的主语。短语 ‘χαλεπῶς διατίθεσθαι ἐπί...’ 意为“对……态度严厉”或“对……感到愤怒”。与格分词 ‘τοῖς ... περιορῶσι’ 作介词 ‘ἐπί’ 的宾语,意为“对于那些放任/视而不见的人”。形容词 ‘ἀτάφους’ 作谓语性修饰(“未加葬埋地”),修饰分词的宾语 ‘τοὺς τετελευτηκότας’(“死者”)。
  2. §13.100.8προστάξαντες ἀκούειν ἅπαντα τούτου — 分词 ‘προστάξαντες’(“命令”)修饰主句主语拉栖代梦人。不定式 ‘ἀκούειν’(“听从、服从”)的隐含主语是新任海军统帅阿拉库斯(Ἄρακον),而属格代词 ‘τούτου’(“此人”)则指代作为平民随行的莱桑德。这反映了斯巴达在政治上的折中安排,即命令名义上的指挥官听从实际掌权者的指示。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.100.1-13.100.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.100.1-13.100.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。