§13.100.1οἱ δʼ Ἀθηναῖοι διώξαντες ἐφʼ ἱκανὸν τοὺς ἡττημένους πάντα τὸν σύνεγγυς τόπον τῆς θαλάττης ἐπλήρωσαν νεκρῶν καὶ ναυαγίων.
一方、アテナイ人たちは敗者をかなりの距離にわたって追撃した後、近くの海域一面を死体と難破船で埋め尽くした。
μετὰ δὲ ταῦτα τῶν στρατηγῶν οἱ μὲν ᾤοντο δεῖν τοὺς τετελευτηκότας ἀναιρεῖσθαι διὰ τὸ χαλεπῶς διατίθεσθαι τοὺς Ἀθηναίους ἐπὶ τοῖς ἀτάφους περιορῶσι τοὺς τετελευτηκότας, οἱ δʼ ἔφασαν δεῖν ἐπὶ τὴν Μιτυλήνην πλεῖν καὶ τὴν ταχίστην λῦσαι τὴν πολιορκίαν.
そののち、将軍たちのうち、ある者たちは、アテナイ人が死者を埋葬せずに放置する者たちに対して厳しく処罰することを知っていたため、死者を回収すべきだと考え、他の者たちは、ミティレネへ航行して一刻も早く包囲を解くべきだと主張した。
§13.100.2ἐπεγενήθη δὲ καὶ χειμὼν μέγας, ὥστε σαλεύεσθαι τὰς τριήρεις, καὶ τοὺς στρατιώτας διά τε τὴν ἐκ τῆς μάχης κακοπάθειαν καὶ διὰ τὸ μέγεθος τῶν κυμάτων ἀντιλέγειν πρὸς τὴν ἀναίρεσιν τῶν νεκρῶν.
しかし、大嵐もまた発生し、そのために三段櫂船は大きく揺れ、兵士たちは戦闘による疲弊と高波のために、死者の回収に反対した。
§13.100.3τέλος δὲ τοῦ χειμῶνος ἐπιτείνοντος οὔτε ἐπὶ τὴν Μιτυλήνην ἔπλευσαν οὔτε τοὺς τετελευτηκότας ἀνείλαντο, βιασθέντες δὲ ὑπὸ τῶν πνευμάτων εἰς Ἀργινούσας κατέπλευσαν.
ついに嵐が強まると、彼らはミティレネへ航行することも、死者を回収することもできず、風に強いられたためにアルギヌサイへと入港した。
ἀπώλοντο δὲ ἐν τῇ ναυμαχίᾳ τῶν μὲν Ἀθηναίων ναῦς εἴκοσι πέντε καὶ τῶν ἐν αὐταῖς οἱ πλεῖστοι, τῶν δὲ Πελοποννησίων ἑπτὰ πρὸς ταῖς ἑβδομήκοντα·
この海戦において、アテナイ側は二十五隻の船とその乗組員の大部分を失い、ペロポネソス側は七十七隻を失った。
§13.100.4διόπερ τοσούτων νεῶν καὶ τῶν ἐν αὐταῖς γεγενημένων ἀνδρῶν ἀπολωλότων ἐπλήσθη τῆς Κυμαίων καὶ Φωκαέων ἡ παραθαλάττιος χώρα νεκρῶν καὶ ναυαγίων.
それゆえ、これほど多くの船とそれに乗り込んでいた人々が失われたために、キュメとフォカイアの沿岸地域は死体と難破船で満ちた。
§13.100.5ὁ δὲ τὴν Μιτυλήνην πολιορκῶν Ἐτεόνικος πυθόμενός τινος τὴν τῶν Πελοποννησίων ἧτταν, τὰς μὲν ναῦς εἰς Χίον ἔπεμψε, τὴν δὲ πεζὴν δύναμιν αὐτὸς ἔχων εἰς τὴν Πυρραίων πόλιν ἀπεχώρησεν,οὖσαν σύμμαχον·
一方、ミティレネを包囲していたエテオニコスは、ある者からペロポネソス人の敗北を知らされると、船をキオスへと送り、自身は陸上部隊を率いて、同盟市であったピュラへと退却した。
ἐδεδοίκει γάρ, μήποτε τῷ στόλῳ πλευσάντων τῶν Ἀθηναίων ἐπʼ αὐτοὺς καὶ τῶν ἐκ τῆς πόλεως ἐπεξελθόντων κινδυνεύσῃ τὴν δύναμιν ἀποβαλεῖν ἅπασαν.
アテナイ人が艦隊で自分たちに向かって航行し、さらに市内から人々が出撃してきた場合に、全軍を失う危険にさらされることを恐れたからである。
§13.100.6οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πλεύσαντες εἰς Μιτυλήνην καὶ τὸν Κόνωνα μετὰ τῶν τεσσαράκοντα νεῶν παραλαβόντες εἰς Σάμον κατέπλευσαν, κἀκεῖθεν ὁρμώμενοι τὴν τῶν πολεμίων χώραν ἐπόρθουν.
アテナイの将軍たちはミティレネへと航行し、コノンとその四十隻の船を合流させてサモスへと入港し、そこを拠点として敵の領地を略奪した。
§13.100.7μετὰ δὲ ταῦτα οἱ περὶ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν καὶ τὰς νήσους τὰς συμμαχούσας Λακεδαιμονίοις συνῆλθον εἰς Ἔφεσον, καὶ βουλευομένοις αὐτοῖς ἔδοξεν ἀποστέλλειν εἰς Σπάρτην καὶ Λύσανδρον αἰτεῖσθαι ναύαρχον·
そののち、アイオリス、イオニア、およびラケダイモン人の同盟者であった諸島の住民たちがエフェソスに集まり、協議の結果、彼らはスパルタに送ってリサンドロスを指揮官として要求することを決めた。
οὗτος γὰρ ἔν τε τῷ τῆς ναυαρχίας χρόνῳ κατωρθωκὼς ἦν πολλὰ καὶ ἐδόκει διαφέρειν στρατηγίᾳ τῶν ἄλλων.
彼は指揮官としての任期中に多くの成功を収めており、戦術において他者よりも優れていると考えられていたからである。
§13.100.8οἱ δὲ Λακεδαιμόνιοι νόμον ἔχοντες δὶς τὸν αὐτὸν μὴ πέμπειν, καὶ τὸ πάτριον ἔθος μὴ θέλοντες καταλύειν, Ἄρακον μὲν εἵλοντο ναύαρχον, τὸν δὲ Λύσανδρον ἰδιώτην αὐτῷ συνεξέπεμψαν, προστάξαντες ἀκούειν ἅπαντα τούτου.
しかし、ラケダイモン人たちは同じ者を二度派遣しないという法を持っており、祖先の慣習を廃止することを望まなかったため、アラコスを指揮官に選び、リサンドロスを民間人として彼とともに派遣し、アラコスに対しては彼の言うことをすべて聞くようにと命じた。
οὗτοι μὲν ἐκπεμφθέντες ἐπὶ τὴν ἡγεμονίαν ἔκ τε τῆς Πελοποννήσου καὶ παρὰ τῶν συμμάχων τριήρεις ἤθροιζον ὅσας ἠδύναντο πλείστας.
こうして彼らはその指揮権を託されて派遣され、ペロポネソスと共同同盟国から、できるだけ多くの三段櫂船を集めた。