Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.99.1-13.99.6

卡利克拉提达斯战死与伯罗奔尼撒军溃败

第 278 段,共 723 段 · 希腊语

内容简介

雅典与伯罗奔尼撒双方展开惨烈海战,卡利克拉提达斯英勇作战最终战死,伯罗奔尼撒军队随后战败溃退。

§13.99.1ἅμα δʼ οἵ τε ναύαρχοι τοῖς σαλπιγκταῖς παρεκελεύοντο σημαίνειν καὶ τὸ παρʼ ἑκατέροις πλῆθος ἐναλλὰξ ἐπαλαλάζον ἐξαίσιον ἐποίει βοήν· πάντες δὲ μετὰ σπουδῆς ἐλαύνοντες τὸ ῥόθιον ἐφιλοτιμοῦντο πρὸς ἀλλήλους, ἑκάστου σπεύδοντος πρώτου κατάρξασθαι τῆς μάχης.
与此同时,将领们命令号手吹响信号,双方的士兵交替发出呐喊,制造出惊人的喧嚣;所有人都在急切地划桨破浪,彼此竞争,每个人都急于最先开始战斗。
§13.99.2ἔμπειροί τε γὰρ ἦσαν τῶν κινδύνων οἱ πλεῖστοι διὰ τὸ μῆκος τοῦ πολέμου καὶ σπουδὴν ἀνυπέρβλητον εἰσεφέροντο διὰ τὸ τοὺς κρατίστους εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα συνηθροῖσθαι· πάντες γὰρ ὑπελάμβανον τοὺς ταύτῃ τῇ μάχῃ νικήσαντας πέρας ἐπιθήσειν τῷ πολέμῳ.
因为由于战争的长期化,大多数人都对危险具有经验,并且由于最优秀的人都被召集来参加关乎全局的决战,他们倾注了无与伦比的热忱;因为所有人都认为,在这场战斗中获胜的人将为战争画上句号。
§13.99.3οὐ μὴν ἀλλʼ ὁ Καλλικρατίδας ἀκηκοὼς τοῦ μάντεως τὴν περὶ αὐτὸν ἐσομένην τελευτήν, ἔσπευδεν ἐπιφανέστατον ἑαυτῷ περιποιήσασθαι θάνατον.
然而,卡利克拉提达斯听占卜者说了自己即将面临的死亡,便极力想为自己赢得最辉煌的死亡。
διόπερ πρῶτος ἐπὶ τὴν Λυσίου τοῦ στρατηγοῦ ναῦν ἐπιπλεύσας, καὶ σὺν ταῖς ἅμα πλεούσαις τριήρεσιν ἐξ ἐφόδου τρώσας, κατέδυσε· τῶν δʼ ἄλλων τὰς μὲν τοῖς ἐμβόλοις τύπτων ἄπλους ἐποίει, τῶν δὲ τοὺς ταρσοὺς παρασύρων ἀχρήστους ἀπετέλει πρὸς τὴν μάχην.
因此,他首先驶向将军吕西亚斯的战船,在随行的三段铎船的协助下,通过突袭击穿并击沉了它;而在其余的战船中,他通过冲角撞击使一些船无法航行,通过扫断另一些船的桨叶使其在战斗中失去作用。
§13.99.4τὸ δὲ τελευταῖον δοὺς ἐμβολὴν τῇ τοῦ Περικλέους τριήρει βιαιότερον, τῆς μὲν τριήρους ἐπὶ πολὺν ἀνέρρηξε τόπον, τοῦ δὲ στόματος ἐναρμοσθέντος εἰς τὴν λακίδα, καὶ μὴ δυναμένων αὐτῶν ἀνακρούσασθαι, Περικλῆς μὲν ἐπέβαλε τῇ τοῦ Καλλικρατίδα νηὶ σιδηρᾶν χεῖρα, προσαφθείσης δʼ αὐτῆς οἱ μὲν Ἀθηναῖοι περιστάντες τὴν ναῦν εἰσήλλοντο, καὶ περιχυθέντες τοὺς ἐν αὐτῇ πάντας ἀπέσφαξαν.
最后,他对伯里克利的三段铎船进行了更为猛烈的撞击,击碎了该船的很大一部分,但由于他的船首楔入裂口,他们无法后退,伯里克利便向卡利克拉提达斯的船投掷了铁钩,当铁钩勾住后,雅典人围住该船跳了上去,包围并杀死了船上的所有人。
§13.99.5τότε δή φασι τὸν Καλλικρατίδαν λαμπρῶς ἀγωνισάμενον καὶ πολὺν ἀντισχόντα χρόνον, τὸ τελευταῖον ὑπὸ τοῦ πλήθους πανταχόθεν τιτρωσκόμενον καταπονηθῆναι.
此时,人们说卡利克拉提达斯在英勇作战并坚守了很长时间后,最终因四面八方受多势所伤而战死。
ὡς δὲ τὸ περὶ τὸν ναύαρχον ἐλάττωμα συμφανὲς ἐγένετο, συνέβη τοὺς Πελοποννησίους δείσαντας ἐγκλῖναι.
当关于这位海军统帅的战败变得明显时,伯罗奔尼撒人因恐惧而溃退。
§13.99.6τοῦ δὲ δεξιοῦ μέρους τῶν Πελοποννησίων φυγόντος, οἱ τὸ λαιὸν ἔχοντες Βοιωτοὶ χρόνον μέν τινα διεκαρτέρουν εὐρώστως ἀγωνιζόμενοι· εὐλαβοῦντο γὰρ αὐτοί τε καὶ οἱ συγκινδυνεύοντες Εὐβοεῖς καὶ πάντες οἱ τῶν Ἀθηναίων ἀφεστηκότες, μήποτε Ἀθηναῖοι τὴν ἀρχὴν ἀνακτησάμενοι τιμωρίαν παρʼ αὐτῶν λάβωσιν ὑπὲρ τῆς ἀποστάσεως· ἐπειδὴ δὲ τὰς πλείστας ναῦς ἑώρων τετρωμένας καὶ τὸ πλῆθος τῶν νικώντων ἐπʼ αὐτοὺς ἐπιστραφέν, ἠναγκάσθησαν φυγεῖν.
伯罗奔尼撒人的右翼逃跑后,占据左翼的波奥蒂亚人仍坚守了一段时间,英勇作战;因为他们自己、共同冒险的优卑亚人以及所有背叛雅典的人,都担心雅典人一旦重新夺回霸权,会因他们的叛离而对他们进行报复;但当他们看到大多数船只受损,且获胜的优势兵力转向他们时,他们被迫逃跑。
τῶν μὲν οὖν Πελοποννησίων οἱ μὲν εἰς Χίον, οἱ δʼ εἰς Κύμην διεσώθησαν.
于是,在伯罗奔尼撒人中,一些人逃往希奥,另一些人则逃往库美。

词汇与语法注释

  1. 13.99.1ἑκάστου σπεύδοντος πρώτου κατάρξασθαι — 虽然 ἑκάστου σπεύδοντος 构成了属格绝对结构,但其中插入了主格形容词 πρώτου 作为表语补足语。该主格与不定式 κατάρξασθαι 的暗含主语(与分词 σπεύδοντος 的主语一致)相呼应,属于一种非规则的语法一致性。
  2. 13.99.2διὰ τὸ τοὺς κρατίστους εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα συνηθροῖσθαι — 这是作为介词 διὰ 宾语的名词化不定式子句。其中的宾格 τοὺς κρατίστους 作为 완료수동부정사 συνηθροῖσθαι 的 意义上主语,两者之间插入了一个长介词短语,使句子结构复杂化。
  3. 13.99.3τῶν δʼ ἄλλων τὰς μὲν ... τῶν δὲ — 承接部分属格 τῶν δʼ ἄλλων(在其余的船中),宾格的 τὰς μὲν(一些船……)与属格的 τῶν δὲ(另一些船的……)形成了非对称的对比。后者的属格 τῶν δὲ 修饰紧随其后的宾格 τοὺς ταρσοὺς(桨叶),表示所有关系:“扫断另一些船的桨叶”。
  4. 13.99.4τοῦ δὲ στόματος ἐναρμοσθέντος ... καὶ μὴ δυναμένων αὐτῶν — 这是由等位连词 καί 连接的双重属格绝对结构,包含两个不同的主语:στόματος(单数中性)和 αὐτῶν(复数阳性)。各自的分词 ἐναρμοσθέντος(单数)和 δυναμένων(复数)在数上分别与其主语保持一致。
  5. 13.99.6εὐλαβοῦντο ... μήποτε ... λάβωσιν — 在表示担忧/戒备的动词 εὐλαβοῦντο(他们担心)之后,接否定连词 μήποτε 以及虚拟语气过去时 λάβωσιν。这是经典的“恐惧从句”,主句为过去时(未完成过去时)时,从句中仍保留了虚拟语气。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.99.1-13.99.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.99.1-13.99.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。