§13.100.1οἱ δʼ Ἀθηναῖοι διώξαντες ἐφʼ ἱκανὸν τοὺς ἡττημένους πάντα τὸν σύνεγγυς τόπον τῆς θαλάττης ἐπλήρωσαν νεκρῶν καὶ ναυαγίων.
The Athenians, having pursued the defeated for a sufficient distance, filled all the neighboring area of the sea with corpses and wrecks.
μετὰ δὲ ταῦτα τῶν στρατηγῶν οἱ μὲν ᾤοντο δεῖν τοὺς τετελευτηκότας ἀναιρεῖσθαι διὰ τὸ χαλεπῶς διατίθεσθαι τοὺς Ἀθηναίους ἐπὶ τοῖς ἀτάφους περιορῶσι τοὺς τετελευτηκότας, οἱ δʼ ἔφασαν δεῖν ἐπὶ τὴν Μιτυλήνην πλεῖν καὶ τὴν ταχίστην λῦσαι τὴν πολιορκίαν.
After this, some of the generals thought they ought to pick up the dead, because the Athenians were harshly disposed toward those who neglected the unburied dead, while others said that they ought to sail to Mitylene and raise the siege as quickly as possible.
§13.100.2ἐπεγενήθη δὲ καὶ χειμὼν μέγας, ὥστε σαλεύεσθαι τὰς τριήρεις, καὶ τοὺς στρατιώτας διά τε τὴν ἐκ τῆς μάχης κακοπάθειαν καὶ διὰ τὸ μέγεθος τῶν κυμάτων ἀντιλέγειν πρὸς τὴν ἀναίρεσιν τῶν νεκρῶν.
But a great storm also came on, so that the triremes were tossed about, and the soldiers, both because of their exhaustion from the battle and because of the size of the waves, spoke against picking up the dead.
§13.100.3τέλος δὲ τοῦ χειμῶνος ἐπιτείνοντος οὔτε ἐπὶ τὴν Μιτυλήνην ἔπλευσαν οὔτε τοὺς τετελευτηκότας ἀνείλαντο, βιασθέντες δὲ ὑπὸ τῶν πνευμάτων εἰς Ἀργινούσας κατέπλευσαν.
Finally, as the storm intensified, they neither sailed to Mitylene nor picked up the dead, but being forced by the winds, they sailed into Arginusae.
ἀπώλοντο δὲ ἐν τῇ ναυμαχίᾳ τῶν μὲν Ἀθηναίων ναῦς εἴκοσι πέντε καὶ τῶν ἐν αὐταῖς οἱ πλεῖστοι, τῶν δὲ Πελοποννησίων ἑπτὰ πρὸς ταῖς ἑβδομήκοντα· §13.100.4διόπερ τοσούτων νεῶν καὶ τῶν ἐν αὐταῖς γεγενημένων ἀνδρῶν ἀπολωλότων ἐπλήσθη τῆς Κυμαίων καὶ Φωκαέων ἡ παραθαλάττιος χώρα νεκρῶν καὶ ναυαγίων.
In the naval battle, twenty-five ships of the Athenians were lost, along with most of their crews, and seventy-seven of the Peloponnesians; therefore, since so many ships and the men who had been in them had perished, the coastal region of the Cymaeans and Phocaeans was filled with corpses and wrecks.
§13.100.5ὁ δὲ τὴν Μιτυλήνην πολιορκῶν Ἐτεόνικος πυθόμενός τινος τὴν τῶν Πελοποννησίων ἧτταν, τὰς μὲν ναῦς εἰς Χίον ἔπεμψε, τὴν δὲ πεζὴν δύναμιν αὐτὸς ἔχων εἰς τὴν Πυρραίων πόλιν ἀπεχώρησεν,οὖσαν σύμμαχον· ἐδεδοίκει γάρ, μήποτε τῷ στόλῳ πλευσάντων τῶν Ἀθηναίων ἐπʼ αὐτοὺς καὶ τῶν ἐκ τῆς πόλεως ἐπεξελθόντων κινδυνεύσῃ τὴν δύναμιν ἀποβαλεῖν ἅπασαν.
Eteonicus, who was besieging Mitylene, when he learned from someone of the defeat of the Peloponnesians, sent the ships to Chios, and he himself with the land force withdrew to the city of the Pyrrhaeans, which was an ally; for he feared lest, if the Athenians sailed against them with their fleet and those from the city sallied out, he might run the risk of losing his entire force.
§13.100.6οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πλεύσαντες εἰς Μιτυλήνην καὶ τὸν Κόνωνα μετὰ τῶν τεσσαράκοντα νεῶν παραλαβόντες εἰς Σάμον κατέπλευσαν, κἀκεῖθεν ὁρμώμενοι τὴν τῶν πολεμίων χώραν ἐπόρθουν.
The Athenian generals sailed to Mitylene, and taking with them Conon with his forty ships, they sailed to Samos, and using that as a base, they plundered the territory of the enemy.
§13.100.7μετὰ δὲ ταῦτα οἱ περὶ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν καὶ τὰς νήσους τὰς συμμαχούσας Λακεδαιμονίοις συνῆλθον εἰς Ἔφεσον, καὶ βουλευομένοις αὐτοῖς ἔδοξεν ἀποστέλλειν εἰς Σπάρτην καὶ Λύσανδρον αἰτεῖσθαι ναύαρχον· οὗτος γὰρ ἔν τε τῷ τῆς ναυαρχίας χρόνῳ κατωρθωκὼς ἦν πολλὰ καὶ ἐδόκει διαφέρειν στρατηγίᾳ τῶν ἄλλων.
After this, the inhabitants of Aeolis and Ionia and the islands allied with the Lacedaemonians gathered at Ephesus; and as they deliberated, it seemed best to them to send to Sparta and ask for Lysander as admiral; for during his term as admiral he had succeeded in many things and seemed to surpass the others in generalship.
§13.100.8οἱ δὲ Λακεδαιμόνιοι νόμον ἔχοντες δὶς τὸν αὐτὸν μὴ πέμπειν, καὶ τὸ πάτριον ἔθος μὴ θέλοντες καταλύειν, Ἄρακον μὲν εἵλοντο ναύαρχον, τὸν δὲ Λύσανδρον ἰδιώτην αὐτῷ συνεξέπεμψαν, προστάξαντες ἀκούειν ἅπαντα τούτου.
The Lacedaemonians, however, having a law not to send the same man twice, and not wishing to dissolve their ancestral custom, chose Aracus as admiral, but sent Lysander out with him as a private citizen, ordering Aracus to listen to him in everything.
οὗτοι μὲν ἐκπεμφθέντες ἐπὶ τὴν ἡγεμονίαν ἔκ τε τῆς Πελοποννήσου καὶ παρὰ τῶν συμμάχων τριήρεις ἤθροιζον ὅσας ἠδύναντο πλείστας.
These men, having been sent out to the command, gathered as many triremes as they could from the Peloponnese and from the allies.