Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.10.1-13.10.6

叙拉古改良船首与港内海战的胜利

第 189 段,共 723 段 · 希腊语

内容简介

雅典人决定等待援军,而叙拉古人则改良了船头结构,在港湾内的狭窄水域中发起海战并击败雅典人,奠定了胜局。

§13.10.1τῆς δὲ ναυμαχίας τοιοῦτο τέλος λαβούσης, οἱ μὲν Ἀθηναῖοι πυνθανόμενοι τὸν μετὰ Δημοσθένους στόλον ἐν ὀλίγαις ἡμέραις ἥξειν, ἔκριναν μηκέτι διακινδυνεύειν, ἕως ἂν ἡ δύναμις ἐκείνη παραγένηται, οἱ δὲ Συρακόσιοι τοὐναντίον βουλόμενοι πρὶν ἐλθεῖν τὴν μετὰ Δημοσθένους στρατιὰν περὶ τῶν ὅλων διακριθῆναι, καθʼ ἡμέραν ἐπιπλέοντες ταῖς τῶν Ἀθηναίων ναυσὶν ἐξήπτοντο τῆς μάχης.
海战得出如此结局后,雅典人获悉德摩斯梯尼率领的舰队将在数日内抵达,便决定在该军力到达之前不再冒险交战;相反,叙拉古人则希望在德摩斯梯尼率领的军队抵达之前决定全局胜负,于是每日向雅典人的船只发起进攻,挑起战斗。
§13.10.2συμβουλεύσαντος δʼ αὐτοῖς Ἀρίστωνος τοῦ Κορινθίου κυβερνήτου τὰς πρῴρας τῶν νεῶν ποιῆσαι βραχυτέρας καὶ ταπεινοτέρας, πεισθέντες οἱ Συρακόσιοι πολλὰ διὰ ταύτην τὴν αἰτίαν ἐν τοῖς μετὰ ταῦτα κινδύνοις ἐπλεονέκτησαν.
当科林斯人的舵手阿里斯顿建议他们将船头做得更短、更低时,叙拉古人听从了这一建议,并因这一缘故在随后的战斗中占了极大的优势。
§13.10.3αἱ μὲν γὰρ Ἀττικαὶ τριήρεις ἦσαν ἀσθενεστέρας ἔχουσαι τὰς πρῴρας καὶ μετεώρους· διὸ συνέβαινεν αὐτῶν τὰς ἐμβολὰς τιτρώσκειν τοὺς ὑπερέχοντας τῆς θαλάττης τόπους, ὥστε τοὺς πολεμίους μὴ μεγάλοις ἐλαττώμασι περιπίπτειν·
因为阿提卡的三列桨战船船头较弱且较高;因此,它们的冲撞往往只能击中高出海面的部位,以致敌人不会遭受重大损伤。
αἱ δὲ τῶν Συρακοσίων τὸν περὶ τὴν πρῴραν τόπον ἰσχυρὸν ἔχουσαι καὶ ταπεινόν, κατὰ τὰς τῶν ἐμβολῶν δόσεις μιᾷ πολλάκις πληγῇ κατέδυον τὰς τῶν Ἀθηναίων τριήρεις.
而叙拉古人的船只船头部位既坚固又低矮,在进行冲撞时,常常仅凭一击便击沉雅典人的三列桨战船。
§13.10.4ἐπὶ μὲν οὖν συχνὰς ἡμέρας οἱ Συρακόσιοι τῇ παρεμβολῇ τῶν πολεμίων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν προσβάλλοντες οὐδὲν ἤνυον, τῶν Ἀθηναίων ἀγόντων ἡσυχίαν· ἐπειδὴ δέ τινες τῶν τριηράρχων οὐκέτι δυνάμενοι καρτερεῖν τὴν τῶν Συρακοσίων καταφρόνησιν ἀντανήχθησαν τοῖς πολεμίοις ἐν τῷ μεγάλῳ λιμένι, συνέστη πασῶν τῶν τριήρων ναυμαχία.
因此,在连续数日中,叙拉古人从陆路和海路对敌人的营地发起进攻,但由于雅典人保持静默,叙拉古人一无所获;然而,当一些三列桨战船的指挥官因无法再忍受叙拉古人的蔑视,驶入大港迎击敌人时,所有的三列桨战船便爆发了一场全面的海战。
§13.10.5οἱ μὲν οὖν Ἀθηναῖοι ταχυναυτούσας ἔχοντες τριήρεις, καὶ ταῖς κατὰ θάλατταν ἐμπειρίαις, ἔτι δὲ ταῖς τῶν κυβερνητῶν τέχναις προτεροῦντες, ἄπρακτον εἶχον τὴν ἐν τούτοις ὑπεροχήν, τῆς ναυμαχίας ἐν στενῷ τόπῳ γινομένης· οἱ δὲ Συρακόσιοι συμπλεκόμενοι καὶ τοῖς πολεμίοις οὐδεμίαν διδόντες ἀναστροφήν, τούς τε ἐπὶ τῶν καταστρωμάτων ἠκόντιζον καὶ λιθοβολοῦντες λιπεῖν ἠνάγκαζον τὰς πρῴρας, ἁπλῶς δὲ πολλαῖς τῶν ἐμπιπτουσῶν νεῶν ἐμβολὰς διδόντες καὶ εἰς τὰς τῶν ἐναντίων ναῦς εἰσαλλόμενοι πεζομαχίαν ἐν ταῖς ναυσὶ συνίσταντο.
雅典人虽然拥有航速极快的三列桨战船,在海战经验以及舵手的技术上也占有优势,但由于海战在狭窄的水域进行,他们在这方面的优势变得毫无用处;相反,叙拉古人与他们紧紧缠斗,不给敌人任何回旋的余地,向甲板上的人投掷标枪,并通过投掷石块迫使他们离开船头,总之,他们对许多迎面撞来的船只进行冲撞,并跳入敌人的船中,在船上展开了步兵战。
§13.10.6θλιβόμενοι δὲ πανταχόθεν οἱ Ἀθηναῖοι πρὸς φυγὴν ὥρμησαν· οἱ δὲ Συρακόσιοι διώξαντες ἑπτὰ μὲν τριήρεις κατέδυσαν, πολλὰς δὲ ἀχρήστους ἐποίησαν.
雅典人在各方压迫下开始逃跑,叙拉古人发起追击,击沉了七艘三列桨战船,并使许多船只无法再用。

词汇与语法注释

  1. §13.10.1ἕως ἂν ... παραγένηται — 尽管主句动词是过去时(ἔκριναν),但从句并未转为希求语气(ἕως παραγένοιτο),而是保留了 ἕως ἂν 搭配虚拟语气的形式,从而生动地再现了雅典人当时的直接想法(在间接陈述中保留了原话的语气与时态)。
  2. §13.10.3ἦσαν ... ἔχουσαι — 结合了系动词 ἦσαν(未完成过去时)与现在分词 ἔχουσαι 的迂回陈述。相较于单用未完成过去时 εἶχον,这种表达方式更强调阿提卡三列桨战船所固有且持续存在的结构性特征。
  3. §13.10.5ἄπρακτον εἶχον τὴν ... ὑπεροχήν — 形容词 ἄπρακτον 用作宾语 τὴν ... ὑπεροχήν(优势)的谓语性修饰语。直译为“他们占有着毫无作用的优势”,意即“他们无法发挥自身的优势”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.10.1-13.10.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.10.1-13.10.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。