Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.11.1-13.11.6

德摩斯梯尼抵达与埃皮波莱夜袭失利

第 190 段,共 723 段 · 希腊语

内容简介

德摩斯梯尼和欧里梅敦率领雅典大军增援抵达叙拉古,令叙拉古人再次感到恐慌。德摩斯梯尼对埃皮波莱发起夜袭,但在叙拉古精锐部队的反击下,雅典军队惨遭溃败。

§13.11.1τῶν δὲ Συρακοσίων ἐπηρμένων ταῖς ἐλπίσι διὰ τὸ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τοὺς πολεμίους νενικηκέναι, παρῆν Εὐρυμέδων καὶ Δημοσθένης, καταπεπλευκότες μὲν ἐξ Ἀθηνῶν μετὰ δυνάμεως πολλῆς, ἐν δὲ τῷ παράπλῳ παρὰ Θουρίων καὶ Μεσσαπίων προσειληφότες συμμαχίαν.
当叙拉古人因在陆路和海路上都击败了敌人而希望大振时,欧里梅敦和德摩斯梯尼抵达了。 他们率领大军从雅典启航,并在航行途中又从图里伊人和梅萨皮亚人那里获得了同盟军。
§13.11.2ἦγον δὲ τριήρεις πλείους τῶν ὀγδοήκοντα, στρατιωτῶν δὲ χωρὶς τῶν ἐν τοῖς πληρώμασι πεντακισχιλίους· ὅπλα δὲ καὶ χρήματα, πρὸς δὲ τούτοις τὰ πρὸς πολιορκίαν ὄργανα καὶ τὴν ἄλλην παρασκευὴν ἐν στρογγύλοις πλοίοις ἐκόμιζον.
他们带来了八十多艘三列桨战船,以及除船员之外的五千名士兵;此外,他们还用圆船运送了武器、资金,以及包围战所需的器械和其他装备。
διʼ ἣν αἰτίαν οἱ Συρακόσιοι πάλιν ἐταπεινοῦντο ταῖς ἐλπίσι, νομίζοντες μηκέτι ῥᾳδίως ἐξισωθῆναι τοῖς πολεμίοις δυνήσεσθαι.
因此,叙拉古人的希望再次破灭,认为自己将无法再轻易与敌人抗衡。
§13.11.3Δημοσθένης δὲ πείσας τοὺς συνάρχοντας ἐπιθέσθαι ταῖς Ἐπιπολαῖς—ἄλλως γὰρ οὐ δυνατὸν ἦν ἀποτειχίσαι τὴν πόλιν—, ἀναλαβὼν μυρίους μὲν ὁπλίτας, ἄλλους δὲ τοσούτους ψιλούς, νυκτὸς ἐπέθετο τοῖς Συρακοσίοις.
德摩斯梯尼说服了共同指挥官们去进攻埃皮波莱——因为不这样做就无法用围墙封锁这座城市——,他带领一万名重装步兵和同等数量的轻装步兵,在夜间向叙拉古人发起进攻。
ἀπροσδοκήτου δὲ γενομένης τῆς ἐφόδου φρουρίων τέ τινων ἐκράτησαν καὶ παρεισπεσόντες ἐντὸς τοῦ τειχίσματος τῆς Ἐπιπολῆς μέρος τι τοῦ τείχους κατέβαλον.
由于这次袭击出乎意料,他们攻占了一些哨所,并闯入埃皮波莱防线内部,推倒了一部分城墙。
§13.11.4τῶν δὲ Συρακοσίων πανταχόθεν συνδραμόντων ἐπὶ τὸν τόπον, ἔτι δὲ Ἑρμοκράτους μετὰ τῶν ἐπιλέκτων ἐπιβοηθήσαντος, ἐξεώσθησαν οἱ Ἀθηναῖοι καὶ νυκτὸς οὔσης διὰ τὴν ἀπειρίαν τῶν τόπων ἄλλοι κατʼ ἄλλους τόπους ἐσκεδάσθησαν.
然而,随着叙拉古人从四面八方奔赴该地,加之赫尔莫克拉底率领精锐部队前来增援,雅典人被击退;又因当时是黑夜,由于对地形不熟悉,他们四散奔逃,有的人逃往此处,有的人逃往彼处。
§13.11.5οἱ δὲ Συρακόσιοι μετὰ τῶν συμμάχων καταδιώξαντες, δισχιλίους μὲν καὶ πεντακοσίους τῶν πολεμίων ἀποκτείναντες, οὐκ ὀλίγους δὲ τραυματίας ποιήσαντες, πολλῶν ὅπλων ἐκυρίευσαν.
叙拉古人与盟军一同发起追击,歼灭了敌军两千五百人,并击伤了许多人,夺取了大量武器。
§13.11.6μετὰ δὲ τὴν μάχην Συρακόσιοι μὲν Σικανὸν ἕνα τῶν στρατηγῶν μετὰ δώδεκα τριήρων ἀπέστειλαν εἰς τὰς ἄλλας πόλεις, τήν τε νίκην ἀπαγγελοῦντα τοῖς συμμάχοις καὶ βοηθεῖν ἀξιοῦντα.
战后,叙拉古人派遣将领之一西卡努斯率领十二艘三列桨战船前往其他城市,向盟友宣告胜利,并请求援助。

词汇与语法注释

  1. 13.11.1τῶν δὲ Συρακοσίων ἐπηρμένων ταῖς ἐλπίσι — 独立属格结构。完成时被动分词 ἐπηρμένων 表示“已经处于高涨的”持续状态。该结构为后文雅典将领的抵达提供了叙拉古人当时的心理背景或对比。
  2. 13.11.2νομίζοντες μηκέτι ῥᾳδίως ἐξισωθῆναι τοῖς πολεμίοις δυνήσεσθαι — 分词 νομίζοντες(表示原因)的宾语从句结构。将来时不定式 δυνήσεσθαι 构成间接引语(“认为他们将能够”),而过去时被动不定式 ἐξισωθῆναι(此处作中动意,“与……并驾齐驱/对等”)则作为其补足语。
  3. 13.11.3ἄλλους δὲ τοσούτους — 意为“同样数量的其他人员”,承接前文的 μυρίους(一万人),指明轻装步兵(ψιλούς)的数量也是一万人。ἄλλους 明确表示这些士兵属于与前文重装步兵(ὁπλίτας)不同的兵种。
  4. 13.11.5δισχιλίους μὲν καὶ πεντακισχιλίους — 直译为“两千和五千”,在逻辑上不通。结合历史背景(如修昔底德的记载),通常认为抄本中的 πεντακισχιλίους(五千)是 πεντακοσίους(五百)的笔误。因此,各语言译文均统一采用“两千五百”这一解释。
  5. 13.11.6ἀπαγγελοῦντα ... καὶ βοηθεῖν ἀξιοῦντα — 表示目的的分词并列。虽然 ἀπαγγελοῦντα 是将来时分词(来自 ἀπαγγέλλω),明确表示目的,但紧随其后的 ἀξιοῦντα 则是现在时分词(来自 ἀξιόω)。尽管时态不同,它与将来时分词并列,共同表达了派遣使者的任务和目的。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.11.1-13.11.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.11.1-13.11.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。