Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.10.1-13.10.6

シラクサ軍による艦船改良と港内海戦の勝利

189 / 723 箇所 · ギリシア語

要旨

アテナイ人が援軍の到着を待つ一方で、シラクサ人は船の舳先を改良して港湾内での海戦でアテナイ人を破り、その優位を決定づけた。

§13.10.1τῆς δὲ ναυμαχίας τοιοῦτο τέλος λαβούσης, οἱ μὲν Ἀθηναῖοι πυνθανόμενοι τὸν μετὰ Δημοσθένους στόλον ἐν ὀλίγαις ἡμέραις ἥξειν, ἔκριναν μηκέτι διακινδυνεύειν, ἕως ἂν ἡ δύναμις ἐκείνη παραγένηται, οἱ δὲ Συρακόσιοι τοὐναντίον βουλόμενοι πρὶν ἐλθεῖν τὴν μετὰ Δημοσθένους στρατιὰν περὶ τῶν ὅλων διακριθῆναι, καθʼ ἡμέραν ἐπιπλέοντες ταῖς τῶν Ἀθηναίων ναυσὶν ἐξήπτοντο τῆς μάχης.
海戦がこのような結末を迎えると、アテナイ人はデモステネス率いる艦隊が数日中に到着することを知り、その軍勢が到着するまではもはや危険を冒して戦わないことを決定したが、シラクサ人はこれとは反対のことを望み、デモステネス率いる軍勢が到着する前に大勢を決することを望んで、連日アテナイ人の船に向かって進航しては戦闘を仕掛けた。
§13.10.2συμβουλεύσαντος δʼ αὐτοῖς Ἀρίστωνος τοῦ Κορινθίου κυβερνήτου τὰς πρῴρας τῶν νεῶν ποιῆσαι βραχυτέρας καὶ ταπεινοτέρας, πεισθέντες οἱ Συρακόσιοι πολλὰ διὰ ταύτην τὴν αἰτίαν ἐν τοῖς μετὰ ταῦτα κινδύνοις ἐπλεονέκτησαν.
コリントス人の舵手アリストンが、船の舳先をより短く、より低くするように彼らに勧告したとき、シラクサ人はこれに従い、その後の戦闘においてこの理由のために大いに優位に立った。
§13.10.3αἱ μὲν γὰρ Ἀττικαὶ τριήρεις ἦσαν ἀσθενεστέρας ἔχουσαι τὰς πρῴρας καὶ μετεώρους·
というのも、アッティカの三段櫂船は舳先がより弱く、高い位置にあったからである。
διὸ συνέβαινεν αὐτῶν τὰς ἐμβολὰς τιτρώσκειν τοὺς ὑπερέχοντας τῆς θαλάττης τόπους, ὥστε τοὺς πολεμίους μὴ μεγάλοις ἐλαττώμασι περιπίπτειν·
それゆえ、その体当たりは海面から上の部分を傷つけるにとどまり、敵が大きな打撃を被ることはなかった。
αἱ δὲ τῶν Συρακοσίων τὸν περὶ τὴν πρῴραν τόπον ἰσχυρὸν ἔχουσαι καὶ ταπεινόν, κατὰ τὰς τῶν ἐμβολῶν δόσεις μιᾷ πολλάκις πληγῇ κατέδυον τὰς τῶν Ἀθηναίων τριήρεις.
他方、シラクサ人の船は舳先の部分が頑丈で低かったため、体当たりを加える際に、しばしば一撃でアテナイ人の三段櫂船を沈没させた。
§13.10.4ἐπὶ μὲν οὖν συχνὰς ἡμέρας οἱ Συρακόσιοι τῇ παρεμβολῇ τῶν πολεμίων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν προσβάλλοντες οὐδὲν ἤνυον, τῶν Ἀθηναίων ἀγόντων ἡσυχίαν·
そこで数日間にわたり、シラクサ人は敵の陣営に陸からも海からも攻撃を仕掛けただが、アテナイ人が静穏を保っていたため、何の効果も得られなかった。
ἐπειδὴ δέ τινες τῶν τριηράρχων οὐκέτι δυνάμενοι καρτερεῖν τὴν τῶν Συρακοσίων καταφρόνησιν ἀντανήχθησαν τοῖς πολεμίοις ἐν τῷ μεγάλῳ λιμένι, συνέστη πασῶν τῶν τριήρων ναυμαχία.
しかし、三段櫂船の指揮官の一部が、シラクサ人の侮りにこれ以上耐えきれなくなって、大港湾の中で敵を迎撃するために出航すると、すべての三段櫂船が加わる海戦が勃発した。
§13.10.5οἱ μὲν οὖν Ἀθηναῖοι ταχυναυτούσας ἔχοντες τριήρεις, καὶ ταῖς κατὰ θάλατταν ἐμπειρίαις, ἔτι δὲ ταῖς τῶν κυβερνητῶν τέχναις προτεροῦντες, ἄπρακτον εἶχον τὴν ἐν τούτοις ὑπεροχήν, τῆς ναυμαχίας ἐν στενῷ τόπῳ γινομένης·
アテナイ人は、快速の三段櫂船を擁し、海戦の経験や舵手たちの技術において勝っていたものの、海戦が狭い場所で行われたため、これらの点での優位性を発揮できなかった。
οἱ δὲ Συρακόσιοι συμπλεκόμενοι καὶ τοῖς πολεμίοις οὐδεμίαν διδόντες ἀναστροφήν, τούς τε ἐπὶ τῶν καταστρωμάτων ἠκόντιζον καὶ λιθοβολοῦντες λιπεῖν ἠνάγκαζον τὰς πρῴρας, ἁπλῶς δὲ πολλαῖς τῶν ἐμπιπτουσῶν νεῶν ἐμβολὰς διδόντες καὶ εἰς τὰς τῶν ἐναντίων ναῦς εἰσαλλόμενοι πεζομαχίαν ἐν ταῖς ναυσὶ συνίσταντο.
一方、シラクサ人は敵船に組み付き、反転の余地を全く与えず、甲板上の者たちに槍を投げ、石を投げつけて舳先を放棄させ、要するに、衝突する多くの船に体当たりを浴びせ、敵の船へと飛び乗って船上での歩兵戦を展開した。
§13.10.6θλιβόμενοι δὲ πανταχόθεν οἱ Ἀθηναῖοι πρὸς φυγὴν ὥρμησαν· οἱ δὲ Συρακόσιοι διώξαντες ἑπτὰ μὲν τριήρεις κατέδυσαν, πολλὰς δὲ ἀχρήστους ἐποίησαν.
四方から圧倒されたアテナイ人は逃走に走り、シラクサ人は彼らを追撃して、7隻の三段櫂船を沈没させ、多くの船を使用不能にした。

語釈・文法注

  1. §13.10.1ἕως ἂν ... παραγένηται — 主節の動詞が過去時制(ἔκριναν)であるにもかかわらず、従属節で希求法(ἕως παραγένοιτο)にならずに、アテナイ人の当時の直接的な思考をそのまま反映した ἕως ἂν +接続法が維持されている(間接話法における時制の代表の維持)。
  2. §13.10.3ἦσαν ... ἔχουσαι — 存在動詞 ἦσαν(未完了過去)と現在分詞 ἔχουσαι を組み合わせた迂言(ペリフラシス)的表現。単なる未完了過去 εἶχον を用いる代わりに、アテナイの三段櫂船が持っていた構造上の永続的な特徴を強調している。
  3. §13.10.5ἄπρακτον εἶχον τὴν ... ὑπεροχήν — 形容詞 ἄπρακτον は目的語である τὴν ... ὑπεροχήν(優位性)に対する述語的修飾語。直訳すれば「彼らはその優位性を効果のないものとして保持していた」となり、「優位性を発揮できなかった」という意味になる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.10.1-13.10.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.10.1-13.10.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。