Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.84.1-12.84.4

西西里远征的决议与雅典备战

第 178 段,共 723 段 · 希腊语

内容简介

尽管尼基亚斯建议停止远征,但阿尔西比亚德斯说服了雅典民众决定出兵。雅典整备了庞大舰队和五千重装步兵,任命阿尔西比亚德斯、尼基亚斯和拉马科斯为将军,作者以此结束第12卷的叙述。

§12.84.1πολλὰ δὲ καὶ ἄλλα διαλεχθέντος αὐτοῦ τῆς προκειμένης ὑποθέσεως οἰκεῖα, τῆς ἐναντίας γνώμης προεστηκὼς Ἀλκιβιάδης, ἐπιφανέστατος Ἀθηναίων, ἔπεισε τὸν δῆμον ἐπανελέσθαι τὸν πόλεμον· ἦν γὰρ ὁ ἀνὴρ οὗτος δεινότατος μὲν εἰπεῖν τῶν πολιτῶν, εὐγενείᾳ δὲ καὶ πλούτῳ καὶ στρατηγίᾳ διωνομασμένος.
尽管尼基亚斯就所提出的主题阐述了许多其他适切的意见,但主导相反意见的雅典最显赫的人物阿尔西比亚德斯说服了民众重新进行战争;因为此人在公民中最为擅长辞令,并因高贵的门第、财富和军事才能而名声显赫。
§12.84.2εὐθὺς οὖν ὁ δῆμος στόλον ἀξιόχρεων κατεσκεύασε, τριάκοντα μὲν τριήρεις παρὰ τῶν συμμάχων λαβών, ἰδίας δʼ ἑκατὸν καταρτίσας.
于是,民众立即整备了一支规模足够的舰队,从盟友处获得三十艘三段桨船,并装备了自家的一百艘。
§12.84.3ταύτας δὲ κοσμήσας πᾶσι τοῖς εἰς πόλεμον χρησίμοις κατέλεξεν ὁπλίτας εἰς πεντακισχιλίους, στρατηγοὺς δὲ τρεῖς ἐχειροτόνησεν ἐπὶ ταύτην τὴν στρατηγίαν, Ἀλκιβιάδην καὶ Νικίαν καὶ Λάμαχον.
在用一切战争有用的物资装备了这些船只后,他们征募了大约五千名重装步兵,并选举了三位将军来指挥这次远征,即阿尔西比亚德斯、尼基亚斯和拉马科斯。
§12.84.4Ἀθηναῖοι μὲν οὖν περὶ ταῦτα ἦσαν.
雅典人于是忙于这些事务。
ἡμεῖς δὲ παρόντες ἐπὶ τὴν ἀρχὴν τοῦ πολέμου τοῦ συστάντος Ἀθηναίοις καὶ Συρακοσίοις, κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τὰς ἑπομένας πράξεις εἰς τὴν ἐχομένην βίβλον κατατάξομεν.
而由于我们已经来到了雅典人与叙拉古人之间爆发的战争的起点,我们将按照最初的计划,将随后的事件安排在下一卷中。

词汇与语法注释

  1. §12.84.1διαλεχθέντος αὐτοῦ — 属格独立结构,以代词 αὐτοῦ(指代前一章提到的尼基亚斯)为主语,在此具有让步或时间意味(“虽然他阐述了……”)。
  2. §12.84.1δεινότατος ... εἰπεῖν — 不定式 εἰπεῖν(λέγω 的不定过去时活动性不定式)用作说明性不定式(epexegetical infinitive),限制形容词 δεινότατος(“最擅长的”),表示在“辞令/说服”方面最为擅长。
  3. §12.84.4παρόντες ἐπὶ τὴν ἀρχήν — 现在分词 παρόντες(πάρειμι“到达”、“至”的阳性复数主格)以作者自称“我们”(ἡμεῖς)为主语。它表明作者已经来到了叙事中西西里战争爆发的起点,标志着第12卷的结束和第13卷的过渡。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.84.1-12.84.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.84.1-12.84.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。