Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.83.1-12.83.6

埃格斯塔求援雅典与尼基亚斯反对远征

第 177 段,共 723 段 · 希腊语

内容简介

雷翁蒂诺伊的流亡者与埃格斯塔人联合向雅典遣使求援,雅典派使节调查,却被埃格斯塔人虚构的财富所蒙骗。使节返回后,雅典召开公民大会讨论远征,尼基亚斯则力劝放弃这次不切实际的西西里远征。

§12.83.1Λεοντίνων γὰρ ὑπὸ Συρακοσίων ἐκ τῆς πόλεως μετῳκισμένων καὶ τὴν πόλιν καὶ τὴν χώραν ἀποβεβληκότων, οἱ φυγάδες αὐτῶν συστραφέντες ἔκριναν πάλιν τοὺς Ἀθηναίους προσλαβέσθαι συμμάχους, ὄντας συγγενεῖς.
因为当雷翁蒂诺伊人被叙拉古人赶出家园、失去了城市和领土时,他们的流亡者集结起来,决定再次争取同族雅典人作为盟友。
§12.83.2περὶ δὲ τούτων κοινολογησάμενοι τοῖς Ἐγεσταίοις συνεφρόνησαν καὶ κοινῇ πρέσβεις ἐξέπεμψαν πρὸς Ἀθηναίους, ἀξιοῦντες μὲν βοηθῆσαι ταῖς πόλεσιν αὐτῶν ἀδικουμέναις, ἐπαγγειλάμενοι δὲ συγκατασκευάσειν αὐτοῖς τὰ κατὰ τὴν Σικελίαν πράγματα.
他们在这些事上与埃格斯塔人协商,达成了共识,并共同向雅典派遣使节,一方面请求援助他们备受欺凌的城市,另一方面承诺协助雅典人夺取西西里的控制权。
§12.83.3παραγενομένων οὖν εἰς τὰς Ἀθήνας τῶν πρέσβεων, καὶ τῶν μὲν Λεοντίνων τὴν συγγένειαν προφερομένων καὶ τὴν προϋπάρχουσαν συμμαχίαν, τῶν δʼ Ἐγεσταίων ἐπαγγελλομένων χρημάτων τε πλῆθος δώσειν εἰς τὸν πόλεμον καὶ συμμαχήσειν κατὰ τῶν Συρακοσίων, ἔδοξε τοῖς Ἀθηναίοις ἐκπέμψαι τινὰς τῶν ἀρίστων ἀνδρῶν καὶ διασκέψασθαι τὰ κατὰ τὴν νῆσον καὶ τοὺς Ἐγεσταίους.
于是,当使节们抵达雅典时,雷翁蒂诺伊人提出了他们的血缘关系和先前存在的同盟,而埃格斯塔人则承诺为战争提供大量资金并联合对抗叙拉古人,因此雅典人决定派遣一些最杰出的人去调查该岛的情况和埃格斯塔人的实情。
§12.83.4παραγενομένων οὖν τούτων εἰς τὴν Ἔγεσταν, οἱ μὲν Ἐγεσταῖοι χρημάτων πλῆθος ἐπέδειξαν, τὰ μὲν οἴκοθεν,τὰ δὲ παρὰ τῶν ἀστυγειτόνων χρησάμενοι φαντασίας ἕνεκεν.
当这些人到达埃格斯塔时,埃格斯塔人展示了大量资金,其中一部分是他们自己的,另一部分则是为了装点门面而向邻近居民借来的。
§12.83.5ἀνελθόντων δὲ τῶν πρέσβεων καὶ τὴν εὐπορίαν τῶν Ἐγεσταίων ἀπαγγειλάντων, συνῆλθεν ὁ δῆμος περὶ τούτων.
当使节们返回并报告了埃格斯塔人的富庶后,公民大会就这些事务召开了会议。
προτεθείσης δὲ τῆς βουλῆς περὶ τοῦ στρατεύειν ἐπὶ Σικελίαν, Νικίας μὲν ὁ Νικηράτου, θαυμαζόμενος ἐπʼ ἀρετῇ παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ στρατεύειν ἐπὶ Σικελίαν· §12.83.6μὴ γὰρ δυνατὸν ὑπάρχειν ἅμα τε Λακεδαιμονίοις διαπολεμεῖν καὶ δυνάμεις μεγάλας ἐκπέμπειν διαποντίους, καὶ τῶν Ἑλλήνων μὴ δυναμένους κτήσασθαι τὴν ἡγεμονίαν ἐλπίζειν τὴν μεγίστην τῶν κατὰ τὴν οἰκουμένην νήσων περιποιήσασθαι, καὶ Καρχηδονίους μέν, ἔχοντας μεγίστην ἡγεμονίαν καὶ πολλάκις ὑπὲρ τῆς Σικελίας πεπολεμηκότας, μὴ δεδυνῆσθαι κρατῆσαι τῆς νήσου, τοὺς δὲ Ἀθηναίους, πολὺ λειπομένους τῇ δυνάμει τῶν Καρχηδονίων, δορίκτητον ποιήσασθαι τὴν κρατίστην τῶν νήσων.
当议案由议事会提出、讨论关于对西西里出兵一事时,尼克拉托斯之子尼基亚斯——在公民中因德行而备受推崇——建议不要对西西里出兵;因为他主张,既与拉刻代蒙人交战,又同时向海外派遣大军,这是不可能的;而且在无法夺得希腊人霸权的情况下,奢望夺取已知世界中最大的岛屿也是不可能的;此外,拥有最庞大帝国、且多次为西西里而战的迦太基人都无法控制该岛,而力量远逊于迦太基人的雅典人却指望用武力征服这座最强大的岛屿,这同样是办不到的。

词汇与语法注释

  1. 12.83.1ὄντας συγγενεῖς — 宾格分词 `ὄντας` 修饰 `τοὺς Ἀθηναίους`(雅典人)。该分词客观说明了雅典人因同属伊奥尼亚裔而与雷翁蒂诺伊人具有血缘(亲戚)关系的事实。
  2. 12.83.6μὴ γὰρ δυνατὸν ὑπάρχειν — 此句引入了由上一节的 `συνεβούλευε`(建议)所引导的间接引语(oratio obliqua)结构。不定式 `ὑπάρχειν` 的主语是 `διαπολεμεῖν καὶ ἐκπέμπειν` 等不定式短语,并与否定词 `μή` 连用,构成尼基亚斯主张的理由(γάρ)。此后的 `ἐλπίζειν` 与 `ποιήσασθαι` 也同样作为间接引语下的不定式并列呈现。
  3. 12.83.6τῶν Ἑλλήνων μὴ δυναμένους κτήσασθαι τὴν ἡγεμονίαν — 属格 `τῶν Ἑλλήνων`(希腊人的)是修饰 `τὴν ἡγεμονίαν`(霸权)的宾格性属格(目的格属格)。复数宾格现在分词 `μὴ δυναμένους` 修饰紧随其后的不定式 `ἐλπίζειν` 的逻辑主语(雅典人),表示“在无法夺得……的情况下”的让步意味。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.83.1-12.83.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.83.1-12.83.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。