§12.84.1πολλὰ δὲ καὶ ἄλλα διαλεχθέντος αὐτοῦ τῆς προκειμένης ὑποθέσεως οἰκεῖα, τῆς ἐναντίας γνώμης προεστηκὼς Ἀλκιβιάδης, ἐπιφανέστατος Ἀθηναίων, ἔπεισε τὸν δῆμον ἐπανελέσθαι τὸν πόλεμον·
ニキアスが提示された主題に適した他の多くのことも論じたが、反対の意見を支持していたアテネで最も高名なアルキビアデスが、民衆を説得して戦争を引き受けさせた。
ἦν γὰρ ὁ ἀνὴρ οὗτος δεινότατος μὲν εἰπεῖν τῶν πολιτῶν, εὐγενείᾳ δὲ καὶ πλούτῳ καὶ στρατηγίᾳ διωνομασμένος.
というのも、この男は市民の中で最も演説に長けており、高貴な家柄と富、そして将軍としての手腕によって名を馳せていたからである。
§12.84.2εὐθὺς οὖν ὁ δῆμος στόλον ἀξιόχρεων κατεσκεύασε, τριάκοντα μὲν τριήρεις παρὰ τῶν συμμάχων λαβών, ἰδίας δʼ ἑκατὸν καταρτίσας.
そこで直ちに民衆は、同盟者から三十隻の三段櫂船を受け取り、自国のものを百隻艤装して、十分な規模の艦隊を準備した。
§12.84.3ταύτας δὲ κοσμήσας πᾶσι τοῖς εἰς πόλεμον χρησίμοις κατέλεξεν ὁπλίτας εἰς πεντακισχιλίους, στρατηγοὺς δὲ τρεῖς ἐχειροτόνησεν ἐπὶ ταύτην τὴν στρατηγίαν, Ἀλκιβιάδην καὶ Νικίαν καὶ Λάμαχον.
そして、これらを戦争に役立つあらゆるもので装備した上で、約五千人の重装歩兵を徴集し、この遠征の指揮官としてアルキビアデス、ニキアス、ラマコスの三人の将軍を選出した。
§12.84.4Ἀθηναῖοι μὲν οὖν περὶ ταῦτα ἦσαν. ἡμεῖς δὲ παρόντες ἐπὶ τὴν ἀρχὴν τοῦ πολέμου τοῦ συστάντος Ἀθηναίοις καὶ Συρακοσίοις, κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τὰς ἑπομένας πράξεις εἰς τὴν ἐχομένην βίβλον κατατάξομεν.
アテネ人がこれらのことに従事している一方で、我々はアテネ人とシュラコサイ人の間に生じた戦争の始まりに達したため、最初の計画に従って、それに続く出来事を次の巻に配置することとする。