§12.83.1Λεοντίνων γὰρ ὑπὸ Συρακοσίων ἐκ τῆς πόλεως μετῳκισμένων καὶ τὴν πόλιν καὶ τὴν χώραν ἀποβεβληκότων, οἱ φυγάδες αὐτῶν συστραφέντες ἔκριναν πάλιν τοὺς Ἀθηναίους προσλαβέσθαι συμμάχους, ὄντας συγγενεῖς.
レオンティノイ人がシュラコサイ人によって自らの都市から移住させられ、都市も領土も失ったため、彼らの亡命者たちは一致団結し、同族であるアテネ人を再び同盟者として招き入れることを決定した。
§12.83.2περὶ δὲ τούτων κοινολογησάμενοι τοῖς Ἐγεσταίοις συνεφρόνησαν καὶ κοινῇ πρέσβεις ἐξέπεμψαν πρὸς Ἀθηναίους, ἀξιοῦντες μὲν βοηθῆσαι ταῖς πόλεσιν αὐτῶν ἀδικουμέναις, ἐπαγγειλάμενοι δὲ συγκατασκευάσειν αὐτοῖς τὰ κατὰ τὴν Σικελίαν πράγματα.
これらについて彼らはエゲスタ人と協議して合意に達し、共同でアテネへ使節を派遣した。 その際、不当な扱いを受けている自分たちの都市を支援することを要求するとともに、アテネ人がシケリアの事柄を手に入れるのを手助けすると約束した。
§12.83.3παραγενομένων οὖν εἰς τὰς Ἀθήνας τῶν πρέσβεων, καὶ τῶν μὲν Λεοντίνων τὴν συγγένειαν προφερομένων καὶ τὴν προϋπάρχουσαν συμμαχίαν, τῶν δʼ Ἐγεσταίων ἐπαγγελλομένων χρημάτων τε πλῆθος δώσειν εἰς τὸν πόλεμον καὶ συμμαχήσειν κατὰ τῶν Συρακοσίων, ἔδοξε τοῖς Ἀθηναίοις ἐκπέμψαι τινὰς τῶν ἀρίστων ἀνδρῶν καὶ διασκέψασθαι τὰ κατὰ τὴν νῆσον καὶ τοὺς Ἐγεσταίους.
そこで使節たちがアテネに到着すると、レオンティノイ人は血縁関係と既存の同盟関係を主張し、エゲスタ人は戦争のために多額の資金を提供しシュラコサイ人に対して共同で戦うことを約束したため、アテネ人は最も優れた人々の中から数名を派遣して、島(シケリア)の情勢とエゲスタ人の実態を調査することを決定した。
§12.83.4παραγενομένων οὖν τούτων εἰς τὴν Ἔγεσταν, οἱ μὲν Ἐγεσταῖοι χρημάτων πλῆθος ἐπέδειξαν, τὰ μὲν οἴκοθεν,τὰ δὲ παρὰ τῶν ἀστυγειτόνων χρησάμενοι φαντασίας ἕνεκεν.
そこで彼らがエゲスタに到着すると、エゲスタ人は、一部は自宅から、一部は近隣住民から見せかけのために借りて、多額の資金を提示した。
§12.83.5ἀνελθόντων δὲ τῶν πρέσβεων καὶ τὴν εὐπορίαν τῶν Ἐγεσταίων ἀπαγγειλάντων, συνῆλθεν ὁ δῆμος περὶ τούτων.
使節たちが戻り、エゲスタ人の裕福さを報告すると、民衆はこれらについて集会を開いた。
προτεθείσης δὲ τῆς βουλῆς περὶ τοῦ στρατεύειν ἐπὶ Σικελίαν, Νικίας μὲν ὁ Νικηράτου, θαυμαζόμενος ἐπʼ ἀρετῇ παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ στρατεύειν ἐπὶ Σικελίαν·
民会からシケリアへの遠征について議案が提出されると、市民の間で徳の高さにより称賛されていたニケラトスの子ニキアスは、シケリアへ遠征しないよう勧告した。
§12.83.6μὴ γὰρ δυνατὸν ὑπάρχειν ἅμα τε Λακεδαιμονίοις διαπολεμεῖν καὶ δυνάμεις μεγάλας ἐκπέμπειν διαποντίους, καὶ τῶν Ἑλλήνων μὴ δυναμένους κτήσασθαι τὴν ἡγεμονίαν ἐλπίζειν τὴν μεγίστην τῶν κατὰ τὴν οἰκουμένην νήσων περιποιήσασθαι, καὶ Καρχηδονίους μέν, ἔχοντας μεγίστην ἡγεμονίαν καὶ πολλάκις ὑπὲρ τῆς Σικελίας πεπολεμηκότας, μὴ δεδυνῆσθαι κρατῆσαι τῆς νήσου, τοὺς δὲ Ἀθηναίους, πολὺ λειπομένους τῇ δυνάμει τῶν Καρχηδονίων, δορίκτητον ποιήσασθαι τὴν κρατίστην τῶν νήσων.
というのも、スパルタ人と戦争を続けながら同時に海のかなたへ大軍を派遣することは不可能であり、ギリシア人に対する覇権さえ獲得できないでいるのに、居住世界(知られている世界)の最大の島を手に入れることを望むのも不可能だからである。 また、最大の帝国を擁しシケリアをめぐって何度も戦ってきたカルタゴ人ですらその島を支配することができなかったのに、カルタゴ人の軍事力に遠く及ばないアテネ人が、その最も強力な島を武力で征服するなど不可能であるからである。