Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.82.1-12.82.7

比提尼亚远征与埃格斯塔和塞利努斯之战

第 176 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官阿里姆涅斯托斯任内,拜占庭人和卡尔刻东人对比提尼亚发动了残暴的远征;而在西西里,埃格斯塔人与塞利努斯人因领土争端爆发大战。受挫削弱的埃格斯塔人求盟无果,开始寻求海外援助。

§12.82.1τῷ δʼ ἑκκαιδεκάτῳ παρὰ μὲν Ἀθηναίοις ἦν ἄρχων Ἀρίμνηστος, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τέτταρες, Τίτος Κλαύδιος καὶ Σπόριος Ναύτιος, ἔτι δὲ Λούκιος Σέντιος καὶ Σέξτος Ἰούλιος.
在第十六年,雅典由阿里姆涅斯托斯担任执政官,而在罗马,四名军事论坛取代了执政官,他们是:提图斯·克劳狄乌斯、斯普里乌斯·诺提乌斯,以及卢基乌斯·森蒂乌斯和塞克斯图斯·尤利乌斯。
ἐπὶ δὲ τούτων παρὰ μὲν Ἠλείοις ἤχθη Ὀλυμπιὰς πρώτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Ἐξαίνετος Ἀκραγαντῖνος.
在他们任内,艾利斯人举办了第九十一届奥林匹亚竞技会,在这一届中,阿克拉加斯的埃克塞内托斯赢得了短跑比赛。
§12.82.2Βυζάντιοι δὲ καὶ Καλχηδόνιοι παραλαβόντες Θρᾷκας ἐστράτευσαν εἰς τὴν Βιθυνίαν πολλοῖς πλήθεσι, καὶ τήν τε χώραν ἐπόρθησαν καὶ πολλὰ τῶν μικρῶν πολισματίων ἐκπολιορκήσαντες ἐπετελέσαντο πράξεις ὠμότητι διαφερούσας· πολλῶν γὰρ αἰχμαλώτων κρατήσαντες ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων ἅπαντας ἀπέσφαξαν.
拜占庭人和卡尔刻东人联合色雷斯人,率大军出征比提尼亚,蹂躏了该地,并包围攻占了许多小城镇,做出了极其残暴的行径;因为他们俘虏了许多男女老少,并将所有人尽行杀戮。
§12.82.3περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Σικελίαν Ἐγεσταῖοι πρὸς Σελινουντίους ἐπολέμησαν περὶ χώρας ἀμφισβητησίμου, ποταμοῦ τὴν χώραν τῶν διαφερομένων πόλεων ὁρίζοντος.
大约在同一时期,在西西里,埃格斯塔人与塞利努斯人因争议领土而发生战争,一条河流划分了这两座争端城市的土地。
§12.82.4Σελινούντιοι δὲ διαβάντες τὸ ῥεῖθρον τὸ μὲν πρῶτον τῆς παραποταμίας βίᾳ κατέσχον, μετὰ δὲ ταῦτα καὶ τῆς προσκειμένης χώρας πολλὴν ἀποτεμόμενοι κατεφρόνησαν τῶν ἠδικημένων.
塞利努斯人渡过河流,起初用武力占领了沿河的土地,此后又割占了许多与之相邻的领土,对遭受不公待遇的人表现出轻蔑。
§12.82.5οἱ δʼ Ἐγεσταῖοι παροξυνθέντες τὸ μὲν πρῶτον διὰ τῶν λόγων πείθειν ἐπεβάλοντο μὴ ἐπιβαίνειν τῆς ἀλλοτρίας γῆς· ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἐστράτευσαν ἐπὶ τοὺς κατέχοντας τὴν χώραν, καὶ πάντας ἐκβαλόντες ἐκ τῶν ἀγρῶν αὐτοὶ τὴν χώραν κατέσχον.
埃格斯塔人因而被激怒,起初试图通过言语劝说他们不要侵入他人的土地;但由于无人理会他们,他们便出兵讨伐占领该地的人,将所有人赶出田地,自己占领了这片土地。
§12.82.6γενομένης δὲ διαφορᾶς μεγάλης ἀμφοτέραις ταῖς πόλεσι, στρατιώτας ἀθροίσαντες διὰ τῶν ὅπλων ἐποιοῦντο τὴν κρίσιν.
在两座城市之间发生巨大争端后,他们集结士兵,企图通过武力进行裁决。
διόπερ ἀμφοτέρων παραταξαμένων ἐγένετο μάχη καρτερά, καθʼ ἣν Σελινούντιοι νικήσαντες ἀπέκτειναν τῶν Ἐγεσταίων οὐκ ὀλίγους.
因此,双方列阵对峙,爆发了一场激烈的战斗,在这场战斗中塞利努斯人获胜,杀死了不少埃格斯塔人。
§12.82.7οἱ δʼ Ἐγεσταῖοι ταπεινωθέντες καὶ καθʼ ἑαυτοὺς οὐκ ὄντες ἀξιόμαχοι, τὸ μὲν πρῶτον Ἀκραγαντίνους καὶ Συρακοσίους ἔπειθον συμμαχῆσαι· ἀποτυχόντες δὲ τούτων ἐξέπεμψαν πρεσβευτὰς εἰς τὴν Καρχηδόνα, δεόμενοι βοηθῆσαι· οὐ προσεχόντων δʼ αὐτῶν, ἐζήτουν τινὰ διαπόντιον συμμαχίαν· οἷς συνήργησε ταὐτόματον.
埃格斯塔人力量被削弱,且仅凭自身无法匹敌对手,起初试图劝说阿克拉加斯人和叙拉古人结盟;但在失败后,他们派使节前往迦太基,乞求援助;由于迦太基人未予理睬,他们便寻求某种海外盟友;而偶然的机会正好帮助了他们。

词汇与语法注释

  1. §12.82.1πρώτη πρὸς ταῖς ἐνενήκοντα — 使用介词 πρὸς 连同与格在十位数上加上个位数的古典时期特有数词表达。πρώτη(第一)与 πρὸς ταῖς ἐνενήκοντα(在九十之上)相结合,意为“第九十一”。
  2. §12.82.3ποταμοῦ τὴν χώραν τῶν διαφερομένων πόλεων ὁρίζοντος — 独立属格结构。ποταμοῦ 为逻辑主语,现在分词 ὁρίζοντος 为谓语。属格 τῶν διαφερομένων πόлеων(争端中诸城市的)修饰宾格 τὴν χώραν(土地)。
  3. §12.82.7οἷς συνήργησε ταὐτόματον — 关系代名词 οἷς 具有句首连接功能(连接关系代词),先行词为前文的 Ἐγεσταῖοι(埃格斯塔人)。动词 συνεργέω(协助、配合)支配与格 οἷς,中性名词 ταὐτόματον(偶然、自然发生之事)作主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.82.1-12.82.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.82.1-12.82.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。