§12.72.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀμεινίου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Γάιον Παπίριον καὶ Λεύκιον Ἰούνιον.
在阿美尼亚斯担任雅典执政官时,罗马人任命盖乌斯·帕皮里乌斯与卢基乌斯·尤尼乌斯为执政官。
ἐπὶ δὲ τούτων Σκιωναῖοι μὲν καταφρονήσαντες τῶν Ἀθηναίων διὰ τὴν περὶ τὸ Δήλιον ἧτταν, ἀπέστησαν πρὸς τοὺς Λακεδαιμονίους καὶ τὴν πόλιν παρέδωκαν Βρασίδᾳ τῷ στρατηγοῦντι τῶν ἐπὶ Θρᾴκης Λακεδαιμονίων.
在他们任内,斯基奥内人因雅典人在德利翁的战败而蔑视他们,便背叛雅典投奔拉刻代蒙人,并将城市交给了在色雷斯地区指挥拉刻代蒙人的将军伯拉西达。
§12.72.2ἐν δὲ τῇ Λέσβῳ μετὰ τὴν ἅλωσιν τῆς Μυτιλήνης ὑπʼ Ἀθηναίων οἱ πεφευγότες ἐκ τῆς ἁλώσεως πολλοὶ τὸν ἀριθμὸν ὄντες καὶ πάλαι μὲν ἐπεχείρουν κατελθεῖν εἰς τὴν Λέσβον, τότε δὲ συστραφέντες Ἄντανδρον κατέλαβον, κἀκεῖθεν ὁρμώμενοι διεπολέμουν τοῖς κατέχουσι τὴν Μυτιλήνην Ἀθηναίοις.
在莱斯博斯,雅典人攻占米蒂利尼后,从这场浩劫中逃脱的人人数众多,他们长期企图返回莱斯博斯,此时他们聚集起来占领了安坦德罗斯,并以此为基地,与占领米蒂利尼的雅典人持续交战。
§12.72.3ἐφʼ οἷς παροξυνθεὶς ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε στρατηγοὺς μετὰ δυνάμεως ἐπʼ αὐτοὺς Ἀριστείδην καὶ Σύμμαχον.
雅典民众对此大为恼火,派出了阿里斯提德与西马科斯作为将军率军前去讨伐。
οὗτοι δὲ καταπλεύσαντες εἰς τὴν Λέσβον καὶ προσβολὰς ποιησάμενοι συνεχεῖς εἷλον τὴν Ἄντανδρον, καὶ τῶν φυγάδων τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐκ τῆς πόλεως ἐξέβαλον, αὐτοὶ δὲ φρουρὰν ἀπολιπόντες τὴν φυλάξουσαν τὸ χωρίον ἀπέπλευσαν ἐκ τῆς Λέσβου.
他们航行到莱斯博斯,发起连续进攻并攻克了安坦德罗斯;他们处死了部分流亡者,将其他人驱逐出城,并在留下守军看守该地后,乘船离开了莱斯博斯。
§12.72.4μετὰ δὲ ταῦτα Λάμαχος ὁ στρατηγὸς ἔχων δέκα τριήρεις ἔπλευσεν εἰς τὸν Πόντον, καὶ καθορμισθεὶς εἰς Ἡράκλειαν περὶ τὸν ποταμὸν τὸν ὀνομαζόμενον Κάλητα πάσας τὰς ναῦς ἀπέβαλε· μεγάλων γὰρ ὄμβρων καταρραγέντων, καὶ τοῦ ποταμοῦ βίαιον τὴν καταφορὰν τοῦ ῥεύματος ποιησαμένου, τὰ σκάφη κατά τινας τραχεῖς τόπους προσπεσόντα τῇ γῇ διεφθάρη.
此后,将军拉马库斯率领十艘三段击桨船航行至蓬托斯,在卡勒斯河附近的赫拉克利亚停泊时失去了所有的船只;因为暴雨倾盆,河水形成猛烈的激流,船只撞击在一些崎岖的陆地上而被摧毁。
§12.72.5Ἀθηναῖοι δὲ πρὸς Λακεδαιμονίους σπονδὰς ἐνιαυσίους ἐποιήσαντο κατὰ ταύτας τὰς ὁμολογίας, ὥστʼ ἔχειν ἑκατέρους ὧν τότε κύριοι καθειστήκεσαν.
雅典人与拉刻代蒙人根据以下协议达成了一年的休战条约:双方各自保留当时所控制的领地。
συνιόντες δὲ πολλάκις εἰς λόγους ᾤοντο δεῖν καταλῦσαι τὸν πόλεμον καὶ εἰς τέλος παύσασθαι τῆς πρὸς ἀλλήλους φιλοτιμίας· Λακεδαιμόνιοι δὲ ἔσπευδον ἀπολαβεῖν τοὺς ἐν τῇ Σφακτηρίᾳ γενομένους αἰχμαλώτους.
他们频繁举行会谈,认为应当结束战争,彻底平息彼此间的竞争敌意;但拉刻代蒙人急于收回在斯法克特里亚被俘的人员。
§12.72.6τῶν δὲ σπονδῶν τὸν εἰρημένον τρόπον συντελεσθεισῶν, περὶ μὲν τῶν ἄλλων αὐτοῖς ὁμολογούμενα πάντα ὑπῆρξε, περὶ δὲ τῆς Σκιώνης ἠμφισβήτουν ἀμφότεροι.
当休战条约以所述方式达成时,其他事务双方已达成完全一致,但关于斯基奥内,双方产生争议。
γενομένης δὲ μεγάλης φιλοτιμίας τὰς σπονδὰς κατελύσαντο, περὶ δὲ τῆς Σκιώνης διεπολέμουν πρὸς ἀλλήλους.
由于产生了巨大的对立,他们废除了休战协定,并为斯基奥内重新开始互相交战。
§12.72.7κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ Μένδη πόλις πρὸς τοὺς Λακεδαιμονίους ἀπέστη καὶ τὴν φιλοτιμίαν τὴν ὑπὲρ τῆς Σκιώνης ἰσχυροτέραν ἐποίησε.
就在此时,门德城也背叛投奔拉刻代蒙人,使围绕斯基奥内的对立更加激烈。
διὸ καὶ Βρασίδας μὲν ἐκ τῆς Μένδης καὶ τῆς Σκιώνης ἀποκομίσας τέκνα καὶ γυναῖκας καὶ τἄλλα τὰ χρησιμώτατα φρουραῖς ἀξιολόγοις ἠσφαλίσατο τὰς πόλεις,
因此,伯拉西达将妇女、儿童和最有用处的其他财产从门德和斯基奥内运走,并用相当数量的守军巩固了这些城市的安全。
§12.72.8Ἀθηναῖοι δὲ παροξυνθέντες ἐπὶ τοῖς γεγονόσιν ἐψηφίσαντο πάντας τοὺς Σκιωναίους, ὅταν ἁλῶσιν, ἡβηδὸν ἀποσφάξαι, καὶ δύναμιν ἐξέπεμψαν ἐπʼ αὐτοὺς ναυτικὴν τριήρων πεντήκοντα· τούτων δὲ τὴν στρατηγίαν εἶχε Νικίας καὶ Νικόστρατος.
雅典人因所发生的事情而激怒,投票决定在攻占斯基奥内后,将所有斯基奥内成年男子尽行屠杀,并派出了由五十艘三段击桨船组成的海军力量前去讨伐;这支军队由尼西阿斯和尼科斯特拉托斯担任将军。
§12.72.9οὗτοι δὲ πλεύσαντες ἐπὶ πρώτην τὴν Μένδην ἐκράτησαν τῆς πόλεως προδόντων τινῶν αὐτήν· τὴν δὲ Σκιώνην περιετείχισαν, καὶ προσκαθήμενοι τῇ πολιορκίᾳ συνεχεῖς προσβολὰς ἐποιοῦντο.
他们首先航行到门德,因有人内应而占领了该城;随后他们筑墙包围了斯基奥内,坚守围攻并不断发起进攻。
§12.72.10οἱ δʼ ἐν τῇ Σκιώνῃ φρουροί, πολλοὶ μὲν τὸν ἀριθμὸν ὄντες, εὐπορίαν δʼ ἔχοντες βελῶν καὶ σίτου καὶ τῆς ἄλλης παρασκευῆς, ῥᾳδίως ἠμύνοντο τοὺς Ἀθηναίους, καὶ στάσιν ὑπερδέξιον ἔχοντες πολλοὺς κατετίτρωσκον.
斯基奥内的守军人数众多,拥有充裕的投射武器、粮食和其他装备,轻松击退了雅典人,并且由于占据了地势较高的有利位置,击伤了许多敌军。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些事情便是在这一年里发生的。