§12.73.1μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦρχεν Ἀλκαῖος, ἐν Ῥώμῃ δὲ ὑπῆρχον ὕπατοι Ὀπίτερος Λουκρήτιος καὶ Λεύκιος Σέργιος Φιδηνιάτης.
此后,阿尔凯乌斯在雅典担任执政官,而在罗马,奥皮特鲁斯·卢克雷蒂乌斯与卢基乌斯·塞尔吉乌斯·菲德纳斯担任执政官。
ἐπὶ δὲ τούτων Ἀθηναῖοι τοῖς Δηλίοις ἐγκαλοῦντες ὅτι λάθρᾳ πρὸς Λακεδαιμονίους συντίθενται συμμαχίαν, ἐξέβαλον αὐτοὺς ἐκ τῆς νήσου καὶ τὴν πόλιν αὐτοὶ κατέσχον.
在他们任内,雅典人指控德洛斯人私下与拉刻代蒙人结盟,便将他们驱逐出该岛,并占领了该城。
τοῖς δʼ ἐκπεσοῦσι Δηλίοις Φαρνιάκης ὁ σατράπης ἔδωκεν οἰκεῖν πόλιν Ἀδραμύτιον.
对于被驱逐的德洛斯人,总督法尔纳克斯赐予他们阿德拉米蒂翁城居住。
§12.73.2οἱ δʼ Ἀθηναῖοι προχειρισάμενοι στρατηγὸν Κλέωνα τὸν δημαγωγόν, καὶ δόντες ἀξιόλογον δύναμιν πεζήν, ἐξέπεμψαν εἰς τοὺς ἐπὶ Θρᾴκης τόπους.
雅典人选派煽动家克里昂为将军,并给予他相当数量的陆军,将他派遣到色雷斯地区。
οὗτος δὲ πλεύσας εἰς Σκιώνην, κἀκεῖθεν προσλαβόμενος στρατιώτας ἐκ τῶν πολιορκούντων τὴν πόλιν, ἀπέπλευσε καὶ κατῆρεν εἰς Τορώνην· ἐγίνωσκε γὰρ τὸν μὲν Βρασίδαν ἐκ τούτων τῶν τόπων ἀπεληλυθότα, πρὸς δὲ τῇ Τορώνῃ τοὺς ἀπολελειμμένους στρατιώτας οὐκ ὄντας ἀξιομάχους.
他乘船前往斯基奥内,并在该处从围攻该城的士兵中增调人手,随后启航并在托罗内登陆;因为他知道伯拉西达已经离开了这些地区,而在托罗内留守的士兵并不足以与他抗衡。
§12.73.3πλησίον δὲ τῆς Τορώνης καταστρατοπεδεύσας καὶ πολιορκήσας ἅμα κατὰ γῆν καὶ κατὰ θάλατταν, εἷλε κατὰ κράτος τὴν πόλιν, καὶ τοὺς μὲν παῖδας καὶ τὰς γυναῖκας ἠνδραποδίσατο, αὐτοὺς δὲ καὶ τοὺς τὴν πόλιν φρουροῦντας αἰχμαλώτους λαβών, σήσας ἀπέστειλεν εἰς τὰς Ἀθήνας·
他在托罗内附近扎营,同时从陆路和海路发起包围,强行攻占了该城,并将妇女儿童变卖为奴;而将男子及看守该城的守军俘虏,并予以捆绑后押送往雅典。
τῆς δὲ πόλεως ἀπολιπὼν τὴν ἱκανὴν φρουρὰν ἐξέπλευσε μετὰ τῆς δυνάμεως, καὶ κατῆρε τῆς Θρᾴκης ἐπὶ Στρυμόνα ποταμόν.
在城中留下足够的守军后,他率军启航,在色雷斯的斯特里蒙河登陆。
καταστρατοπεδεύσας δὲ πλησίον πόλεως Ἠιόνος, ἀπεχούσης ἀπὸ τῆς Ἀμφιπόλεως σταδίους ὡς τριάκοντα, προσβολὰς ἐποιεῖτο τῷ πολίσματι.
他在距离安菲波利斯约三十斯塔德的埃翁城附近扎营,并对这座小城镇发起了进攻。