Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §12.72.1-12.72.10

一年休戦とスキオネの離反による包囲戦

166 / 723 箇所 · ギリシア語

要旨

アテナイのアメイニアスのアルコン期に、スファクテリア戦後の休戦条約が結ばれたものの、スキオネの帰属をめぐりアテナイとラケダイモンが再び衝突し、包囲戦に至る様子を描く。

§12.72.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀμεινίου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Γάιον Παπίριον καὶ Λεύκιον Ἰούνιον. ἐπὶ δὲ τούτων Σκιωναῖοι μὲν καταφρονήσαντες τῶν Ἀθηναίων διὰ τὴν περὶ τὸ Δήλιον ἧτταν, ἀπέστησαν πρὸς τοὺς Λακεδαιμονίους καὶ τὴν πόλιν παρέδωκαν Βρασίδᾳ τῷ στρατηγοῦντι τῶν ἐπὶ Θρᾴκης Λακεδαιμονίων. §12.72.2ἐν δὲ τῇ Λέσβῳ μετὰ τὴν ἅλωσιν τῆς Μυτιλήνης ὑπʼ Ἀθηναίων οἱ πεφευγότες ἐκ τῆς ἁλώσεως πολλοὶ τὸν ἀριθμὸν ὄντες καὶ πάλαι μὲν ἐπεχείρουν κατελθεῖν εἰς τὴν Λέσβον, τότε δὲ συστραφέντες Ἄντανδρον κατέλαβον, κἀκεῖθεν ὁρμώμενοι διεπολέμουν τοῖς κατέχουσι τὴν Μυτιλήνην Ἀθηναίοις. §12.72.3ἐφʼ οἷς παροξυνθεὶς ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε στρατηγοὺς μετὰ δυνάμεως ἐπʼ αὐτοὺς Ἀριστείδην καὶ Σύμμαχον. οὗτοι δὲ καταπλεύσαντες εἰς τὴν Λέσβον καὶ προσβολὰς ποιησάμενοι συνεχεῖς εἷλον τὴν Ἄντανδρον, καὶ τῶν φυγάδων τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐκ τῆς πόλεως ἐξέβαλον, αὐτοὶ δὲ φρουρὰν ἀπολιπόντες τὴν φυλάξουσαν τὸ χωρίον ἀπέπλευσαν ἐκ τῆς Λέσβου. §12.72.4μετὰ δὲ ταῦτα Λάμαχος ὁ στρατηγὸς ἔχων δέκα τριήρεις ἔπλευσεν εἰς τὸν Πόντον, καὶ καθορμισθεὶς εἰς Ἡράκλειαν περὶ τὸν ποταμὸν τὸν ὀνομαζόμενον Κάλητα πάσας τὰς ναῦς ἀπέβαλε· μεγάλων γὰρ ὄμβρων καταρραγέντων, καὶ τοῦ ποταμοῦ βίαιον τὴν καταφορὰν τοῦ ῥεύματος ποιησαμένου, τὰ σκάφη κατά τινας τραχεῖς τόπους προσπεσόντα τῇ γῇ διεφθάρη. §12.72.5Ἀθηναῖοι δὲ πρὸς Λακεδαιμονίους σπονδὰς ἐνιαυσίους ἐποιήσαντο κατὰ ταύτας τὰς ὁμολογίας, ὥστʼ ἔχειν ἑκατέρους ὧν τότε κύριοι καθειστήκεσαν. συνιόντες δὲ πολλάκις εἰς λόγους ᾤοντο δεῖν καταλῦσαι τὸν πόλεμον καὶ εἰς τέλος παύσασθαι τῆς πρὸς ἀλλήλους φιλοτιμίας· Λακεδαιμόνιοι δὲ ἔσπευδον ἀπολαβεῖν τοὺς ἐν τῇ Σφακτηρίᾳ γενομένους αἰχμαλώτους. §12.72.6τῶν δὲ σπονδῶν τὸν εἰρημένον τρόπον συντελεσθεισῶν, περὶ μὲν τῶν ἄλλων αὐτοῖς ὁμολογούμενα πάντα ὑπῆρξε, περὶ δὲ τῆς Σκιώνης ἠμφισβήτουν ἀμφότεροι. γενομένης δὲ μεγάλης φιλοτιμίας τὰς σπονδὰς κατελύσαντο, περὶ δὲ τῆς Σκιώνης διεπολέμουν πρὸς ἀλλήλους. §12.72.7κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ Μένδη πόλις πρὸς τοὺς Λακεδαιμονίους ἀπέστη καὶ τὴν φιλοτιμίαν τὴν ὑπὲρ τῆς Σκιώνης ἰσχυροτέραν ἐποίησε. διὸ καὶ Βρασίδας μὲν ἐκ τῆς Μένδης καὶ τῆς Σκιώνης ἀποκομίσας τέκνα καὶ γυναῖκας καὶ τἄλλα τὰ χρησιμώτατα φρουραῖς ἀξιολόγοις ἠσφαλίσατο τὰς πόλεις, §12.72.8Ἀθηναῖοι δὲ παροξυνθέντες ἐπὶ τοῖς γεγονόσιν ἐψηφίσαντο πάντας τοὺς Σκιωναίους, ὅταν ἁλῶσιν, ἡβηδὸν ἀποσφάξαι, καὶ δύναμιν ἐξέπεμψαν ἐπʼ αὐτοὺς ναυτικὴν τριήρων πεντήκοντα· τούτων δὲ τὴν στρατηγίαν εἶχε Νικίας καὶ Νικόστρατος. §12.72.9οὗτοι δὲ πλεύσαντες ἐπὶ πρώτην τὴν Μένδην ἐκράτησαν τῆς πόλεως προδόντων τινῶν αὐτήν· τὴν δὲ Σκιώνην περιετείχισαν, καὶ προσκαθήμενοι τῇ πολιορκίᾳ συνεχεῖς προσβολὰς ἐποιοῦντο. §12.72.10οἱ δʼ ἐν τῇ Σκιώνῃ φρουροί, πολλοὶ μὲν τὸν ἀριθμὸν ὄντες, εὐπορίαν δʼ ἔχοντες βελῶν καὶ σίτου καὶ τῆς ἄλλης παρασκευῆς, ῥᾳδίως ἠμύνοντο τοὺς Ἀθηναίους, καὶ στάσιν ὑπερδέξιον ἔχοντες πολλοὺς κατετίτρωσκον. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
アテネでアメイニアスがアルコンであったとき、ローマ人たちはガイウス・パピリウスとルキウス・ユニウスを執政官に任命した。彼らの任期中、スキオネの人々は、デリオンでの敗北のためにアテネ人を軽蔑し、ラケダイモン人へと離反し、その都市をトラキア地方のラケダイモン人を指揮していた将軍ブラシダスに引き渡した。レスボス島では、アテネ人によるミュティレネの陥落の後、その陥落から逃れた人々が多数に上り、以前からレスボスへの帰還を試みていたが、そのとき結束してアンタンドロスを占領し、そこを拠点として、ミュティレネを占領していたアテネ人たちと戦争を続けた。これに憤慨したアテネの民衆は、彼らに対して軍隊を率いる将軍としてアリステイデスとシュマコスを派遣した。彼らはレスボスに航行し、絶え間ない攻撃を加えてアンタンドロスを占領した。そして亡命者たちのうち、一部を殺害し、他の者たちを都市から追放した。そして、その地を守るための守備隊を残して、自らはレスボスから船で去った。この後、将軍ラマコスは10隻の三段櫂船を率いてポントスへと航行し、カレスと呼ばれる川の近くのヘラクレイアに停泊したが、すべての船を失った。というのも、大雨が降り注ぎ、川の流れが激しい急流となったため、船体がいくつかの険しい陸地に衝突して破壊されたからである。アテネ人はラケダイモン人と、双方が当時支配していたものを維持するという合意のもと、1年間の休戦条約を結んだ。彼らはしばしば会談を重ね、戦争を終わらせ、互いの対抗心をきっぱりとやめるべきだと考えていた。しかし、ラケダイモン人はスファクテリアで捕虜となった者たちを取り戻すことを急いでいた。休戦条約が上述の方法で結ばれたとき、他の事柄については双方の間ですべて合意に達していたが、スキオネについては双方が争った。大きな対立が生じたため、彼らは休戦を破棄し、スキオネをめぐって互いに再び戦争を始めた。この時期に、メンデの街もラケダイモン人へと離反し、スキオネをめぐる対立をさらに激しくした。そのため、ブラシダスはメンデとスキオネから子供や女性、その他最も有用な財産を避難させ、かなりの規模の守備隊でそれらの都市を安全に守った。アテネ人は起きた出来事に憤慨し、スキオネが占領されたときには、成人男性をすべて虐殺することを決議し、50隻の三段櫂船からなる海軍を彼らに対して派遣した。この軍の指揮はニキアスとニコストラトスが執っていた。彼らはまずメンデへと航行し、一部の裏切り者によってその都市を制圧した。そしてスキオネを包囲壁で囲み、包囲攻撃を続けて絶え間ない攻撃を加えた。スキオネの守備隊は、数が多いだけでなく、飛び道具や食糧、その他の備えが豊富であったため、容易にアテネ人を撃退し、高所の有利な位置を占めていたため、多くの敵を負傷させた。こうして、これらの出来事がこの年の間に執り行われた。

語釈・文法注

  1. §12.72.2τὸν ἀριθμὸν — 関係の対格。分詞 ὄντες(εἰμί)に伴って「数において」という限定を加える働きをしている。
  2. §12.72.4βίαιον τὴν καταφορὰν τοῦ ῥεύματος ποιησαμένου — 形容詞 βίαιον は述語的位置に置かれており、独立属格構文の分詞 ποιησαμένου の目的語である τὴν καταφορὰν に対して述語補語として機能している(「流れの押し寄せを激しいものにした」)。
  3. §12.72.5ὧν τότε κύριοι καθειστήκεσαν — 関係代名詞 ὧν は、先行する指示代名詞 τούτων の省略と、主格補語である形容詞 κύριοι が要求する属格格支配によって、本来は対格であるべき ἅ が属格に引き込まれた(同化された)ものである。
  4. §12.72.8ἡβηδὸν — 「青年期(ἥβη)に達した者すべて」すなわち「成人男性全員」を指す副詞で、不定詞 ἀποσφάξαι を修飾し、アテナイによる過酷な戦争決議の内容を示している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §12.72.1-12.72.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.72.1-12.72.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。