Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.66.1-12.66.4

麦加拉内讧与雅典占领尼塞亚

第 160 段,共 723 段 · 希腊语

内容简介

由于麦加拉的内部政治斗争以及对雅典的内通,雅典军队入城并包围了伯罗奔尼撒守军驻守的港口尼塞亚,最终迫使其投降。

§12.66.1ἅμα δὲ τούτοις πραττομένοις Μεγαρεῖς θλιβόμενοι τῷ πολέμῳ τῷ πρὸς τοὺς Ἀθηναίους καὶ τῷ πρὸς τοὺς φυγάδας·
在进行这些事情的同时,麦加拉人因与雅典人的战争以及与流亡者的战争而苦恼。
διαπρεσβευομένων δὲ πρὸς ἀλλήλους περὶ τούτων, τῶν πολιτῶν τινες ἀλλοτρίως ἔχοντες πρὸς τοὺς φυγάδας ἐπηγγείλαντο πρὸς τοὺς Ἀθηναίων στρατηγοὺς προδώσειν τὴν πόλιν.
当他们就这些事情相互派遣使节进行交涉时,一些对流亡者怀有敌意的公民向雅典的将军们承诺,他们将背叛并交付这座城市。
§12.66.2οἱ δὲ στρατηγοί, Ἱπποκράτης τε καὶ Δημοσθένης, συνθέμενοι περὶ τῆς προδοσίας, ἐξέπεμψαν νυκτὸς στρατιώτας ἑξακοσίους εἰς τὴν πόλιν, καὶ οἱ συνθέμενοι παρεδέξαντο τοὺς Ἀθηναίους ἐντὸς τειχῶν.
将军们希波克拉底和德摩斯梯尼在商定好背叛的细节后,于夜间向城内派遣了六百名士兵,而那些内通者则在城墙内接应了雅典人。
καταφανοῦς δὲ τῆς προδοσίας γενομένης κατὰ τὴν πόλιν, καὶ τοῦ πλήθους σχιζομένου κατὰ τὴν αἵρεσιν, καὶ τῶν μὲν συμμαχούντων τοῖς Ἀθηναίοις, τῶν δὲ βοηθούντων τοῖς Λακεδαιμονίοις, ἐκήρυξέ τις ἀφʼ ἑαυτοῦ τοὺς βουλομένους τίθεσθαι τὰ ὅπλα μετὰ Ἀθηναίων καὶ Μεγαρέων.
当背叛在城里败露、民众按其立场分裂,一部分人与雅典人结盟,另一部分人前去援助拉刻代蒙人时,有人自发地宣告,凡愿意者,皆可与雅典人和麦加拉人一同列队武装。
§12.66.3διόπερ τῶν Λακεδαιμονίων ἐγκαταλείπεσθαι μελλόντων ὑπὸ τῶν Μεγαρέων, συνέβη τοὺς φρουροῦντας τὰ μακρὰ τείχη καταλιπεῖν, εἰς δὲ τὴν καλουμένην Νίσαιαν, ἥπερ ἐστὶν ἐπίνειον τῶν Μεγαρέων, καταφυγεῖν.
因此,由于拉刻代蒙人即将被麦加拉人抛弃,守卫长墙的人便放弃了防线,逃往被称为尼塞亚的地方,这里是麦加拉人的港口。
§12.66.4περιταφρεύσαντες δὲ αὐτὴν οἱ Ἀθηναῖοι ἐπολιόρκουν·
雅典人在其周围开挖壕沟并予以包围。
μετὰ δὲ ταῦτα ἐκ τῶν Ἀθηνῶν τεχνίτας προσλαβόμενοι περιετείχισαν τὴν Νίσαιαν.
此后,他们从雅典召来工匠,在尼塞亚周围筑墙包围。
οἱ δὲ Πελοποννήσιοι φοβούμενοι μὴ κατὰ κράτος ἁλόντες ἀναιρεθῶσι, παρέδοσαν τὴν Νίσαιαν τοῖς Ἀθηναίοις καθʼ ὁμολογίαν.
伯罗奔尼撒人害怕因被强攻陷落而遭杀戮,便根据协定将尼塞亚交给了雅典人。
καὶ τὰ μὲν κατὰ τοὺς Μεγαρέας ἐν τούτοις ἦν.
有关麦加拉人的事件便在这样的情况下结束了。

词汇与语法注释

  1. §12.66.1Μεγαρεῖς θλιβόμενοι — 此句以主格名词和分词开始,但整个子句缺少起支配作用的主动词(谓语动词),构成了语法上的破格(Anacoluthon)。这可能是由于文本脱漏或抄写错误造成的,但在语境中应理解为交代背景状况:“麦加拉人因……而苦恼”。
  2. §12.66.2τίθεσθαι τὰ ὅπλα — 字面意思是“放下武器”,但在军事语境中,它并不是指“解除武装”,而是指“列阵”、“排成战列”或“武装起来加入某方阵营”。这里指的是加入雅典人以及亲雅典的麦加拉人的阵营。
  3. §12.66.3συνέβη τοὺς φρουροῦντας ... καταλιπεῖν ... καταφυγεῖν — 非人称动词 συνέβη(意为“结果是……”、“发生了……的事”)在此处接带宾格的不定式结构(宾格不定式)作为其主语。宾格短语 τοὺς φρουροῦντας 担任不定式 καταλιπεῖν 与 καταφυγεῖν 的逻辑主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.66.1-12.66.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.66.1-12.66.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。