§12.67.1Βρασίδας δὲ δύναμιν ἱκανὴν ἀναλαβὼν ἔκ τε Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων Πελοποννησίων ἀνέζευξεν ἐπὶ Μέγαρα.
巴西达斯从拉刻代蒙和其他伯罗奔尼撒人那里召集了足够的兵力,向麦加拉进军。
καταπληξάμενος δὲ τοὺς Ἀθηναίους, τούτους μὲν ἐξέβαλεν ἐκ τῆς Νισαίας, τὴν δὲ πόλιν τῶν Μεγαρέων ἐλευθερώσας ἀποκατέστησεν εἰς τὴν τῶν Λακεδαιμονίων συμμαχίαν·
他威吓雅典人,将他们赶出尼塞亚,并在解放了麦加拉人的城市后,使其重新回到拉刻代蒙人的同盟中。
αὐτὸς δὲ μετὰ τῆς δυνάμεως διὰ Θετταλίας τὴν πορείαν ποιησάμενος ἧκεν εἰς Δῖον τῆς Μακεδονίας.
他自己则率领军队穿过色萨利,抵达了马其顿的迪翁。
§12.67.2ἐκεῖθεν δὲ παρελθὼν εἰς Ἄκανθον συνεμάχησε τοῖς Χαλκιδεῦσι.
他从那里前进到阿坎索斯,与哈尔基季基人并肩作战。
καὶ πρώτην μὲν τὴν Ἀκανθίων πόλιν τὰ μὲν καταπληξάμενος, τὰ δὲ καὶ λόγοις φιλανθρώποις πείσας ἐποίησεν ἀποστῆναι τῶν Ἀθηναίων· ἔπειτα πολλοὺς καὶ τῶν ἄλλων τῶν ἐπὶ Θρᾴκης κατοικούντων προετρέψατο κοινωνεῖν τῆς τῶν Λακεδαιμονίων συμμαχίας.
他首先对阿坎索斯人的城市一方面予以威吓,另一方面用友好的言辞说服,使其背叛了雅典人;随后,他也促使居住在色雷斯地区的许多其他人加入拉刻代蒙人的同盟。
§12.67.3μετὰ δὲ ταῦτα Βρασίδας βουλόμενος ἐνεργότερον ἅψασθαι τοῦ πολέμου, μετεπέμπετο στρατιώτας ἐκ τῆς Λακεδαίμονος, σπεύδων ἀξιόλογον συστήσασθαι δύναμιν·
此后,巴西达斯希望更积极地投入战争,便从拉刻代蒙召集士兵,急于组建一支强大的军队。
οἱ δὲ Σπαρτιᾶται βουλόμενοι τῶν Εἱλώτων τοὺς κρατίστους ἀπολέσθαι, πέμπουσιν ἐξ αὐτῶν τοὺς μάλιστα πεφρονηματισμένους χιλίους, νομίζοντες ἐν ταῖς μάχαις τοὺς πλείστους αὐτῶν κατακοπήσεσθαι.
然而,斯巴达人希望黑劳士中最优秀的人死去,便派遣了其中最具有反抗精神的一千人,认为他们中的大多数人将在战斗中被斩杀。
§12.67.4ἔπραξαν δέ τι καὶ ἄλλο βίαιον καὶ ὠμόν, διʼ οὗ ταπεινώσειν ὑπελάμβανον τοὺς Εἵλωτας·
他们还做出了另一件暴力而残酷的事,认为借此可以使黑劳士们屈服。
ἐκήρυξαν γὰρ ἀπογράφεσθαι τῶν Εἱλώτων τοὺς ἀγαθόν τι πεποιηκότας τῇ Σπάρτῃ, καὶ τούτους κρίναντες ἐλευθερώσειν ἐπηγγείλαντο· ἀπογραψαμένων δὲ δισχιλίων, τούτους μὲν προσέταξαν τοῖς κρατίστοις ἀποκτεῖναι κατʼ οἶκον ἑκάστου.
因为他们宣告,凡是对斯巴达立下功勋的黑劳士应当进行登记,并承诺在审查后给予他们自由;然而,当两千人登记后,他们却命令最显赫的公民在各自的家中将这些人杀害。
§12.67.5σφόδρα γὰρ εὐλαβοῦντο μήποτε καιροῦ δραξάμενοι καὶ μετὰ τῶν πολεμίων ταχθέντες εἰς κίνδυνον ἀγάγωσι τὴν Σπάρτην.
因为他们非常害怕,唯恐这些人有朝一日抓住机会,站在敌人一边,使斯巴达陷入危险之中。
οὐ μὴν ἀλλὰ τῷ Βρασίδᾳ παραγενομένων χιλίων Εἱλώτων, ἔκ τε συμμάχων στρατολογηθέντων συνέστη δύναμις ἀξιόχρεως.
尽管如此,当一千名黑劳士到达巴西达斯那里,且从同盟国中招募了士兵后,便组建起了一支充足的军队。