§12.62.1τῆς δὲ πολιορκίας ἀνυπέρβλητον τὴν σπουδὴν ἐχούσης παρʼ ἀμφοτέροις, καὶ τῶν Σπαρτιατῶν βίαν προσαγόντων τοῖς τείχεσι, πολλοὶ μὲν ἄλλοι κατὰ τὰς ἀνδραγαθίας ἐθαυμάσθησαν, μεγίστης δὲ ἀποδοχῆς ἔτυχε Βρασίδας.
双方在围攻战中都投入了无以复加的热忱,当斯巴达人向城墙发起猛攻时,其他许多人因其英勇事迹而备受赞赏,但布拉西达斯获得了最大的赞誉。
§12.62.2τῶν γὰρ τριηράρχων οὐ τολμώντων προσαγαγεῖν τῇ γῇ τὰς τριήρεις διὰ τὴν χαλεπότητα τῶν τόπων, τριήραρχος ὢν ἐβόα καὶ παρεκελεύετο τῷ κυβερνήτῃ μὴ φείδεσθαι τοῦ σκάφους, ἀλλὰ καὶ βίᾳ προσάγειν τῇ γῇ τὴν τριήρη· αἰσχρὸν γὰρ εἶναι τοῖς Σπαρτιάταις τῆς μὲν ψυχῆς ἀφειδεῖν ἕνεκα τῆς νίκης, τῶν δὲ σκαφῶν φείδεσθαι καὶ περιορᾶν Ἀθηναίους κρατοῦντας τῆς Λακωνικῆς.
因为当三段桨船的指挥官们由于地形险恶而不敢将船只靠岸时,他自己作为一名三段桨船指挥官,大声呼喊并敦促舵手不要吝惜船只,而是要强行将船靠岸;因为他声称,对于斯巴达人来说,为了胜利而不惜牺牲生命,却去吝惜船只并坐视雅典人主宰拉科尼亚,这是一件可耻的事情。
§12.62.3τέλος δὲ συναναγκάσαντος τὸν κυβερνήτην προσαγαγεῖν τὴν ναῦν, ἡ μὲν τριήρης ἐπώκειλεν, ὁ δὲ Βρασίδας ἐπιβὰς ἐπὶ τὴν τῆς νεὼς ἐπιβάθραν ἐκ ταύτης ἠμύνατο τὸ πλῆθος τῶν ἐπʼ αὐτὸν συνδραμόντων Ἀθηναίων.
最后,在他强迫舵手将船靠岸后,三段桨船搁浅了,布拉西达斯踏上船的踏板,在上面抵御向他涌来的大批雅典人。
καὶ τὸ μὲν πρῶτον τοὺς προσιόντας πολλοὺς ἀπέκτεινε, μετὰ δὲ ταῦτα πολλῶν ἐπʼ αὐτὸν ἐπιφερομένων βελῶν πολλοῖς περιέπιπτεν ἐναντίοις τραύμασι.
起初他杀死了许多走近的人,但此后,在许多投射武器朝他飞来时,他身上多处正面受伤。
§12.62.4τέλος δὲ διὰ τῶν τραυμάτων αἵματος ἐκχυθέντος πολλοῦ, καὶ διὰ τοῦτο λιποψυχήσαντος αὐτοῦ, ὁ μὲν βραχίων προέπεσεν ἐκ τῆς νεώς, ἡ δʼ ἀσπὶς περιρρυεῖσα καὶ πεσοῦσα εἰς τὴν θάλατταν ὑποχείριος ἐγένετο τοῖς πολεμίοις.
最后,由于伤口流出大量鲜血,他也因此失去了知觉,他的手臂从船上垂了下去,而他的盾牌滑落并掉入海中,落入了敌人的手中。
§12.62.5μετὰ δὲ ταῦτα οὗτος μὲν πολλοὺς τῶν πολεμίων νεκροὺς σωρεύσας αὐτὸς ἡμιθανὴς ἐκ τῆς νεὼς ὑπὸ τῶν ἰδίων ἀπηνέχθη, τοσοῦτον τοὺς ἄλλους ὑπερβαλόμενος ἀνδρείᾳ, ὥστε τῶν ἄλλων τοὺς ἀποβαλόντας τὴν ἀσπίδα θανάτῳ κολάζεσθαι, τοῦτον δʼ ἐπὶ τῇ αὐτῇ αἰτίᾳ ἀπενέγκασθαι δόξαν.
此后,他在堆积了许多敌人的尸体后,自己奄奄一息地被己方人员从船上抬了回去。 他在勇气上如此超越他人,以至于对于其他人来说丢失盾牌要被处以死刑,而他却因这同一个原因而赢得了名望。
§12.62.6οἱ μὲν οὖν Λακεδαιμόνιοι συνεχεῖς προσβολὰς ποιούμενοι τῇ Πύλῳ, καὶ πολλοὺς ἀποβαλόντες στρατιώτας, ἔμενον καρτερῶς ἐν τοῖς δεινοῖς.
于是,拉刻代蒙人对皮洛斯发起连续不断的进攻,虽然失去了许多士兵,但仍在危险中坚守。
θαυμάσαι δʼ ἄν τις τῆς τύχης τὸ παράδοξον καὶ τὴν ἰδιότητα τῆς τῶν περὶ τὴν Πύλον διαθέσεως.
然而,任何人都会对命运的悖论以及皮洛斯周边局势的奇特感到惊叹。
§12.62.7Ἀθηναῖοι μὲν γὰρ ἐκ τῆς Λακωνικῆς ἀμυνόμενοι τοὺς Σπαρτιάτας ἐκράτουν, Λακεδαιμόνιοι δὲ τὴν ἰδίαν χώραν πολεμίαν ἔχοντες ἐκ τῆς θαλάττης προσέβαλλον τοῖς πολεμίοις, καὶ τοῖς μὲν πεζῇ κρατοῦσι θαλαττοκρατεῖν συνέβαινε, τοῖς δὲ κατὰ θάλατταν πρωτεύουσι τῆς γῆς ἀπείργειν τοὺς πολεμίους.
因为雅典人是从拉科尼亚的土地上进行防御并压制斯巴达人,而拉刻代蒙人则是在自己国家的领土成为敌地的情况下,从海上向敌人发起进攻;结果变成了,在陆地上占优的人主宰了海洋,而在海上首屈一指的人却在陆地上拒阻敌人。