Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.63.1-12.63.5

斯法克特里亚岛斯巴达人的投降

第 157 段,共 723 段 · 希腊语

内容简介

由于围攻的拖延和饥饿的威胁,斯法克特里亚岛上的斯巴达人被迫投降并被带往雅典。雅典人将他们作为人质,并将皮洛斯的防守交给了与斯巴达敌对的美塞尼亚人。

§12.63.1χρονιζούσης δὲ τῆς πολιορκίας, καὶ τῶν Ἀθηναίων ταῖς ναυσὶν ἐπικρατησάντων καὶ σῖτον εἰς τὴν γῆν εἰσκομίζειν κωλυόντων, ἐκινδύνευον οἱ κατειλημμένοι ἐν τῇ νήσῳ τῷ λιμῷ διαφθαρῆναι.
随着围攻战的拖延,加上雅典人在海上占了优势并阻止粮食被运入岛上,被困在岛上的人们面临着因饥饿而丧生的危险。
§12.63.2διόπερ οἱ Λακεδαιμόνιοι φοβηθέντες περὶ τῶν ἀπειλημμένων ἐν τῷ νήσῳ, πρεσβείας ἀπέστειλαν εἰς τὰς Ἀθήνας περὶ τῆς καταλύσεως τοῦ πολέμου· οὐ συγκατατιθεμένων δʼ αὐτῶν ἠξίουν ἀλλαγὴν ποιήσασθαι τῶν ἀνδρῶν καὶ λαβεῖν τοὺς ἴσους τῶν Ἀθηναίων τῶν ἑαλωκότων· ἀλλʼ οὐδὲ τοῦτο συνεχώρησαν οἱ Ἀθηναῖοι.
因此,拉刻代蒙人因担心被困在岛上的人,向雅典派遣了使节商讨结束战争的事宜;但在雅典人不同意的情况下,他们要求进行人员交换,以换回同等数量的被俘雅典人;然而,雅典人连这一点也没有允诺。
διόπερ οἱ πρέσβεις παρρησίαν ἤγαγον ἐν ταῖς Ἀθήναις ὡς ὁμολογοῦσι Λακεδαιμονίους κρείττους εἶναι, μὴ βουλόμενοι τὴν ἀντίδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι.
为此,使节们在雅典公开发表了直率的言论,指出雅典人由于不愿意进行战俘的交换,实际上承认了拉刻代蒙人更为强大。
§12.63.3οἱ δʼ Ἀθηναῖοι τῇ σπάνει τῶν ἀναγκαίων καταπονήσαντες τοὺς ἐν τῇ Σφακτηρίᾳ παρέλαβον αὐτοὺς καθʼ ὁμολογίαν.
然而雅典人通过消耗生活必需品使斯法克特里亚岛上的人疲惫不堪,并根据协议让他们投降。
ἦσαν δʼ οἱ παραδόντες αὑτοὺς Σπαρτιᾶται μὲν ἑκατὸν εἴκοσι, τῶν δὲ συμμάχων ἑκατὸν ὀγδοήκοντα.
投降的人中,斯巴达人有一百二十名,盟友有一百八十名。
§12.63.4οὗτοι μὲν οὖν ὑπὸ Κλέωνος τοῦ δημαγωγοῦ στρατηγοῦντος τότε δεθέντες ἤχθησαν εἰς τὰς Ἀθήνας· ὁ δὲ δῆμος ἐψηφίσατο αὐτοὺς φυλάττειν, ἐὰν βούλωνται Λακεδαιμόνιοι λῦσαι τὸν πόλεμον, ἐὰν δὲ προκρίνωσι τὸ πολεμεῖν, τότε πάντας τοὺς αἰχμαλώτους ἀποκτεῖναι.
于是,这些人被当时担任将军的煽动政治家克里昂捆绑起来,带到了雅典;公民大会表决决定,如果拉刻代蒙人愿意结束战争,就将他们关押看管,但如果他们选择继续战斗,则将所有的战俘处死。
§12.63.5μετὰ δὲ ταῦτα τῶν ἐν Ναυπάκτῳ κατῳκισμένων Μεσσηνίων μεταπεμψάμενοι τοὺς ἀρίστους καὶ τῶν ἄλλων συμμάχων τοὺς ἱκανοὺς προσθέντες, τούτοις παρέδωκαν τὴν Πύλον φρουρεῖν· ἐνόμιζον γὰρ τοὺς Μεσσηνίους διὰ τὸ πρὸς τοὺς Σπαρτιάτας μῖσος ἐκθυμότατα κακοποιήσειν τὴν Λακωνικήν, ὁρμωμένους ἐξ ὀχυροῦ χωρίου.
此后,雅典人召集了定居在诺帕克托斯的美塞尼亚人中的精锐,并加上其他盟友中的充足人手,将皮洛斯交给他们防守;因为他们认为,美塞尼亚人由于对斯巴达人的仇恨,在以坚固地方为据点的情况下,会极其热心地给拉科尼亚带来损害。
καὶ τὰ μὲν κατὰ τὴν Πύλον ἐν τούτοις ἦν.
关于皮洛斯的事情便是这般情况。

词汇与语法注释

  1. §12.63.1χρονιζούσης... κωλυόντων — 此处协调了三个分词短语(χρονιζούσης δὲ τῆς πολιορκίας、καὶ τῶν Ἀθηναίων... ἐπิกρατησάντων 和 καὶ... κωλυόντων)作为属格绝对结构(genitive absolute),为主要动词 ἐκινδύνευον 提供了时间与原因背景。
  2. §12.63.2ὡς ὁμολογοῦσι... μὴ βουλόμενοι — 带有直陈语气 ὁμολογοῦσι 的 ὡς 从句表达了主观性的主张(“理由是他们承认”)。ὁμολογοῦσι 的主语是雅典人,与其一致的主格复数分词 μὴ βουλόμενοι 同样指代雅典人。使节们指控雅典人不愿进行战俘交换的行为,实际上是雅典人默认了拉刻代蒙人更为优越(κρείττους)。
  3. §12.63.4ἐὰν βούλωνται... ἐὰν δὲ προκρίνωσι — 两个条件从句形成了对比。前者 ἐὰν βούλωνται(如果他们希望……)的结论(由不定式 φυλάττειν “看管、留置”表达)意味着雅典人将他们作为和平谈判的人质而留活口,这在逻辑上与后者 ἐὰν δὲ προκρίνωσι(如果他们选择继续战斗)的结论(由不定式 ἀποκτεῖναι “处死”表达)相对立。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.63.1-12.63.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.63.1-12.63.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。