Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §12.62.1-12.62.7

ピュロスにおけるブラシダスの奮戦と負傷

156 / 723 箇所 · ギリシア語

要旨

ピュロス包囲戦における双方の激しい戦闘と、スパルタの将軍ブラシダスの目覚ましい勇戦と負傷、およびこの戦いがもたらした攻守の奇妙な逆転状況について述べる。

§12.62.1τῆς δὲ πολιορκίας ἀνυπέρβλητον τὴν σπουδὴν ἐχούσης παρʼ ἀμφοτέροις, καὶ τῶν Σπαρτιατῶν βίαν προσαγόντων τοῖς τείχεσι, πολλοὶ μὲν ἄλλοι κατὰ τὰς ἀνδραγαθίας ἐθαυμάσθησαν, μεγίστης δὲ ἀποδοχῆς ἔτυχε Βρασίδας.
両軍において包囲戦が比類なき熱意を帯びて行われ、スパルタ人たちが城壁に猛攻を加える中で、他の多くの者たちもその武勇のゆえに称賛されたが、ブラシダスが最大の賞賛を得た。
§12.62.2τῶν γὰρ τριηράρχων οὐ τολμώντων προσαγαγεῖν τῇ γῇ τὰς τριήρεις διὰ τὴν χαλεπότητα τῶν τόπων, τριήραρχος ὢν ἐβόα καὶ παρεκελεύετο τῷ κυβερνήτῃ μὴ φείδεσθαι τοῦ σκάφους, ἀλλὰ καὶ βίᾳ προσάγειν τῇ γῇ τὴν τριήρη·
というのも、三段櫂船の指揮官たちが、その場所の険しさのゆえに船を陸地に近づける勇気を持てずにいた中で、自身も指揮官であった彼は大声で叫び、操舵手に対して、船を惜しまず、むしろ力ずくでも三段櫂船を陸地に近づけるよう命じたからである。
αἰσχρὸν γὰρ εἶναι τοῖς Σπαρτιάταις τῆς μὲν ψυχῆς ἀφειδεῖν ἕνεκα τῆς νίκης, τῶν δὲ σκαφῶν φείδεσθαι καὶ περιορᾶν Ἀθηναίους κρατοῦντας τῆς Λακωνικῆς.
彼は、スパルタ人にとって、勝利のために命を惜しまない一方で、船を惜しんでアテナイ人がラコニアの地を支配するのを傍観することは不名誉なことである、と主張した。
§12.62.3τέλος δὲ συναναγκάσαντος τὸν κυβερνήτην προσαγαγεῖν τὴν ναῦν, ἡ μὲν τριήρης ἐπώκειλεν, ὁ δὲ Βρασίδας ἐπιβὰς ἐπὶ τὴν τῆς νεὼς ἐπιβάθραν ἐκ ταύτης ἠμύνατο τὸ πλῆθος τῶν ἐπʼ αὐτὸν συνδραμόντων Ἀθηναίων.
そしてついに、彼が操舵手に船を近づけることを強いたため、三段櫂船は座礁した。 ブラシダスは船の歩み板に立ち、そこから、自分に駆け寄ってきたアテナイ人の大群を防戦した。
καὶ τὸ μὲν πρῶτον τοὺς προσιόντας πολλοὺς ἀπέκτεινε, μετὰ δὲ ταῦτα πολλῶν ἐπʼ αὐτὸν ἐπιφερομένων βελῶν πολλοῖς περιέπιπτεν ἐναντίοις τραύμασι.
そして最初は、近づいてくる多くの者たちを討ち取ったが、その後、多くの矢弾が彼に向けて放たれる中で、多くの正面からの傷を負った。
§12.62.4τέλος δὲ διὰ τῶν τραυμάτων αἵματος ἐκχυθέντος πολλοῦ, καὶ διὰ τοῦτο λιποψυχήσαντος αὐτοῦ, ὁ μὲν βραχίων προέπεσεν ἐκ τῆς νεώς, ἡ δʼ ἀσπὶς περιρρυεῖσα καὶ πεσοῦσα εἰς τὴν θάλατταν ὑποχείριος ἐγένετο τοῖς πολεμίοις.
最後には、傷口から多量の血が流れ出て、そのために彼が意識を失ったため、彼の腕は船から外へ垂れ下がり、盾は滑り落ちて海に落下し、敵の手中に落ちた。
§12.62.5μετὰ δὲ ταῦτα οὗτος μὲν πολλοὺς τῶν πολεμίων νεκροὺς σωρεύσας αὐτὸς ἡμιθανὴς ἐκ τῆς νεὼς ὑπὸ τῶν ἰδίων ἀπηνέχθη, τοσοῦτον τοὺς ἄλλους ὑπερβαλόμενος ἀνδρείᾳ, ὥστε τῶν ἄλλων τοὺς ἀποβαλόντας τὴν ἀσπίδα θανάτῳ κολάζεσθαι, τοῦτον δʼ ἐπὶ τῇ αὐτῇ αἰτίᾳ ἀπενέγκασθαι δόξαν.
この後、彼は多くの敵の死体を積み重ねたのち、自身は瀕死の状態で、味方の者たちによって船から運び出された。 彼は勇気において他の者たちを非常に凌駕していたので、他の者であれば盾を失うことは死で罰せられるのに対し、彼はこの同じ理由によって名声を得るほどであった。
§12.62.6οἱ μὲν οὖν Λακεδαιμόνιοι συνεχεῖς προσβολὰς ποιούμενοι τῇ Πύλῳ, καὶ πολλοὺς ἀποβαλόντες στρατιώτας, ἔμενον καρτερῶς ἐν τοῖς δεινοῖς.
こうしてラケダイモン人たちは、ピュロスに執拗な攻撃を加え、多くの兵士を失いながらも、苦境の中で頑強に持ちこたえた。
θαυμάσαι δʼ ἄν τις τῆς τύχης τὸ παράδοξον καὶ τὴν ἰδιότητα τῆς τῶν περὶ τὴν Πύλον διαθέσεως.
しかし、運命の逆説と、ピュロス周辺の状況の特異性には、誰もが驚嘆するであろう。
§12.62.7Ἀθηναῖοι μὲν γὰρ ἐκ τῆς Λακωνικῆς ἀμυνόμενοι τοὺς Σπαρτιάτας ἐκράτουν, Λακεδαιμόνιοι δὲ τὴν ἰδίαν χώραν πολεμίαν ἔχοντες ἐκ τῆς θαλάττης προσέβαλλον τοῖς πολεμίοις, καὶ τοῖς μὲν πεζῇ κρατοῦσι θαλαττοκρατεῖν συνέβαινε, τοῖς δὲ κατὰ θάλατταν πρωτεύουσι τῆς γῆς ἀπείργειν τοὺς πολεμίους.
というのも、アテナイ人はラコニアの地から防戦してスパルタ人を圧倒し、ラケダイモン人は自国の領土が敵地となっている状態で、海から敵に攻撃を仕掛けていたからである。 そして、陸上で優勢な者たちが海を制することになり、海上で第一位の者たちが陸地から敵を締め出すことになったのである。

語釈・文法注

  1. 12.62.2αἰσχρὸν γὰρ εἶναι — 主動詞 ἐβόα καὶ παρεκελεύετο(叫び、促した)から導かれる間接話法。本来は直説法 αἰσχρόν ἐστιν であるが、ブラシダスの主張内容を示すために不定詞 εἶναι が用いられている。
  2. 12.62.3συναναγκάσαντος — 独立分詞(属格独立)であり、その意味上の主語は文脈上ブラシダス(Βρασίδας)であることが明らかなため省略されている。後続の主節の主語は ἡ μὲν τριήρης(三段櫂船)である。
  3. 12.62.5ὥστε τῶν ἄλλων τοὺς ἀποβαλόντας τὴν ἀσπίδα θανάτῳ κολάζεσθαι, τοῦτον δʼ ἐπὶ τῇ αὐτῇ αἰτίᾳ ἀπενέγκασθαι δόξαν — 結果を表す接続詞 ὥστε に導かれる節で、対格不定詞構文(τοὺς ἀποβαλόντας が κολάζεσθαι の主語、τοῦτον が ἀπενέγκασθαι の主語)が並列されている。
  4. 12.62.7τοῖς μὲν πεζῇ κρατοῦσι θαλαττοκρατεῖν συνέβαινε, τοῖς δὲ κατὰ θάλατταν πρωτεύουσι τῆς γῆς ἀπείργειν τοὺς πολεμίους — 非人称動詞 συνέβαινε(〜ということが起こった)が与格(τοῖς... κρατοῦσι および τοῖς... πρωτεύουσι)と不定詞(θαλαττοκρατεῖν および ἀπείργειν)を伴っている。歴史的背景として、本来は陸に強いはずのスパルタが海から攻め(θαλαττοκρατεῖν)、海に強いはずのアテナイが陸で防いでいる(τῆς γῆς ἀπείργειν)という逆説的な状況を説明している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §12.62.1-12.62.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.62.1-12.62.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。