Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.60.1-12.60.6

德摩斯梯尼远征阿托利亚与西希腊战事

第 154 段,共 723 段 · 希腊语

内容简介

雅典将军德摩斯梯尼远征莱夫卡斯和阿托利亚但遭遇失败。随后,他在阿卡纳尼亚以及对抗安布拉基亚人时取得胜利,但由于在围攻安布拉基亚的问题上与盟友阿卡纳尼亚人发生分歧,他最终独自返回雅典。

§12.60.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Στρατοκλέους ἐν Ῥώμῃ ἀντὶ τῶν ὑπάντων χιλίαρχοι τρεῖς κατεστάθησαν, Λεύκιος Φούριος, Σπόριος Πινάριος καὶ Γάιος Μέτελλος.
雅典由斯特拉托克勒斯担任执政官时,在罗马,代替执政官而设立了三位军事执政官,分别是卢基乌斯·富里乌斯、斯普里乌斯·皮纳里乌斯和盖乌斯·梅特卢斯。
ἐπὶ δὲ τούτων Ἀθηναῖοι μὲν Δημοσθένη προχειρισάμενοι στρατηγὸν μετὰ νεῶν τριάκοντα καὶ στρατιωτῶν ἱκανῶν ἐξαπέστειλαν.
在他们任内,雅典人选派德摩斯梯尼为将军,率领三十艘船只和充足的士兵出发。
οὗτος δὲ προσλαβόμενος παρὰ τῶν Κερκυραίων τριήρεις πεντεκαίδεκα καὶ παρὰ τῶν Κεφαλλήνων καὶ Ἀκαρνάνων καὶ Μεσσηνίων τῶν ἐν Ναυπάκτῳ στρατιώτας ἔπλευσεν ἐπὶ τὴν Λευκάδα.
他从克基拉人那里增调了十五艘三段桨船,又从凯法莱尼亚人、阿卡纳尼亚人以及在纳夫帕克托斯的麦塞尼亚人那里召集了士兵,向莱夫卡斯航行。
δῃώσας δὲ τὴν χώραν τῶν Λευκαδίων ἀπέπλευσεν ἐπὶ τὴν Αἰτωλίαν καὶ πολλὰς αὐτῶν κώμας ἐπόρθησε.
在蹂躏了莱夫卡斯人的领土后,他起航前往阿托利亚,并劫掠了他们的许多村庄。
τῶν δὲ Αἰτωλῶν συστραφέντων ἐπʼ αὐτὸν ἐγένετο μάχη, καθʼ ἣν Ἀθηναῖοι λειφθέντες εἰς Ναύπακτον ἀπεχώρησαν.
但当阿托利亚人联合起来反抗他时,发生了一场战斗,雅典人在战斗中战败,撤退到了纳夫帕克托斯。
§12.60.2οἱ δὲ Αἰτωλοὶ διὰ τὴν νίκην ἐπαρθέντες, καὶ προσλαβόμενοι Λακεδαιμονίων τρισχιλίους στρατιώτας, στρατεύσαντες ἐπὶ Ναύπακτον, κατοικούντων ἐν αὐτῇ τότε Μεσσηνίων, ἀπεκρούσθησαν.
而阿托利亚人因胜利而情绪高涨,又增调了三千名拉刻代蒙人士兵,向当时由麦塞尼亚人居住的纳夫帕克托斯发动远征,但被击退。
§12.60.3μετὰ δὲ ταῦτα στρατεύσαντες ἐπὶ τὴν ὀνομαζομένην Μολυκρίαν εἷλον τὴν πόλιν.
此后,他们向被称为莫里克里亚的城市发动远征,并攻占了该城。
ὁ δὲ τῶν Ἀθηναίων στρατηγὸς Δημοσθένης εὐλαβούμενος μὴ καὶ τὴν Ναύπακτον ἐκπολιορκήσωσι, χιλίους ὁπλίτας ἐξ Ἀκαρνανίας μεταπεμψάμενος ἀπέστειλεν εἰς τὴν Ναύπακτον.
但雅典将军德摩斯梯尼唯恐他们也会围攻纳夫帕克托斯,便从阿卡纳尼亚召集了一千名重装步兵,派往纳夫帕克托斯。
§12.60.4Δημοσθένης δὲ περὶ τὴν Ἀκαρνανίαν διατρίβων περιέτυχεν Ἀμπρακιώταις χιλίοις στρατοπεδεύουσι, πρὸς οὓς συνάψας μάχην σχεδὸν πάντας ἀνεῖλε.
德摩斯梯尼在阿卡纳尼亚一带驻留时,偶遇了驻扎在那里的一千名安布拉基亚人,并与他们交战,几乎将其全歼。
τῶν δʼ ἐκ τῆς Ἀμπρακίας ἐπεξελθόντων πανδημεί, πάλιν ὁ Δημοσθένης τοὺς πλείους αὐτῶν ἀπέκτεινεν, ὥστε τὴν πόλιν σχεδὸν ἔρημον γενέσθαι.
当安布拉基亚人倾城出动时,德摩斯梯尼再次杀死了他们中的大多数,以至于这座城市几乎变得空无一人。
§12.60.5ὁ μὲν οὖν Δημοσθένης ᾤετο δεῖν ἐκπολιορκῆσαι τὴν Ἀμπρακίαν, ἐλπίζων διὰ τὴν ἐρημίαν τῶν ἀμυνομένων ῥᾳδίως αὐτὴν αἱρήσειν.
于是,德摩斯梯尼认为应当围攻安布拉基亚,希望由于防守人员的缺乏,他们能轻易攻克该城。
οἱ δʼ Ἀκαρνᾶνες φοβούμενοι μὴ τῆς πόλεως Ἀθηναῖοι κυριεύσαντες βαρύτεροι πάροικοι γένωνται τῶν Ἀμπρακιωτῶν, οὐκ ἔφασαν ἀκολουθεῖν.
但阿卡纳尼亚人担心,雅典人一旦控制了该城,会成为比安布拉基亚人更难对付的邻居,因而拒绝随行。
§12.60.6στασιαζόντων δʼ αὐτῶν, οἱ μὲν Ἀκαρνᾶνες διαλυσάμενοι τοῖς Ἀμπρακιώταις συνέθεντο τὴν εἰρήνην εἰς ἔτη ἑκατόν, Δημοσθένης δʼ ἐγκαταλειφθεὶς ὑπὸ τῶν Ἀκαρνάνων ἀπέπλευσε σὺν ταῖς εἴκοσι ναυσὶν εἰς Ἀθήνας.
在他们争执不下时,阿卡纳尼亚人与安布拉基亚人达成和解,并缔结了一百年的和平条约;而德摩斯梯尼被阿卡纳尼亚人抛弃后,率领他的二十艘船只起航返回雅典。
Ἀμπρακιῶται δὲ μεγάλῃ συμφορᾷ περιπεπτωκότες παρὰ τῶν Λακεδαιμονίων φρουρὰν μετεπέμψαντο, φοβούμενοι τοὺς Ἀθηναίους.
安布拉基亚人因遭受惨重灾难,出于对雅典人的恐惧,向拉刻代蒙人请求派驻守军。

词汇与语法注释

  1. §12.60.1λειφθέντες — 动词 λείπω 的被动过去分词。在此处,它从“被留下”或“处于劣势”的原意转而表示在战斗中“战败”的被动含义。
  2. §12.60.2προσλαβόμενος — 尽管主句的主语 οἱ δὲ Αἰτωλοὶ 是复数,但该分词采用了单数形式(προσλαβόμενος)。这属于语法上的不一致(破格或抄写错误),但从语境上看,它指的是阿托利亚人整体增调了拉刻代蒙人士兵。
  3. §12.60.5οὐκ ἔφασαν — 否定词 οὐ 修饰动词 φημί(说),并支配不定式 ἀκολουθεῖν。这是常见的转移动定用法(Litotes),字面意思是“他们说不随行”,即表示主动拒绝随行。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.60.1-12.60.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.60.1-12.60.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。