§12.59.1τῶν δʼ Ἀθηναίων περὶ ταῦτʼ ἀσχολουμένων Λακεδαιμόνιοι τοὺς Πελοποννησίους παραλαβόντες κατεστρατοπέδευσαν περὶ τὸν ἰσθμόν, διανοούμενοι πάλιν εἰς τὴν Ἀττικὴν εἰσβαλεῖν· σεισμῶν δὲ μεγάλων γινομένων δεισιδαιμονήσαντες ἀνέκαμψαν εἰς τὰς πατρίδας.
当雅典人忙于这些事务时,拉刻代蒙人带领着伯罗奔尼撒人,企图再次入侵阿提卡而在地峡附近驻扎;但由于发生了大地震,他们因迷信的畏惧而返回了各自的祖国。
§12.59.2τηλικούτους δὲ τοὺς σεισμοὺς συνέβη γενέσθαι κατὰ πολλὰ μέρη τῆς Ἑλλάδος, ὥστε καὶ πόλεις τινὰς ἐπιθαλαττίους ἐπικλύσασαν τὴν θάλατταν διαφθεῖραι, καὶ κατὰ τὴν Λοκρίδα χερρονήσου καθεστώσης ῥῆξαι μὲν τὸν ἰσθμόν, ποιῆσαι δὲ νῆσον τὴν ὀνομαζομένην Ἀταλάντην.
希腊许多地方发生的地震是如此剧烈,以至于海水泛滥,摧毁了某些沿海城市,并且在洛克里斯地方,将原本是半岛的地峡冲断,形成了一个名为阿塔兰特岛的岛屿。
§12.59.3ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι τὴν Τραχῖνα καλουμένην ᾤκισαν καὶ μετωνόμασαν Ἡράκλειαν διὰ τοιαύτας τινὰς αἰτίας.
在这些事情发生的同时,拉刻代蒙人殖民了被称为特拉克斯的地方,并由于以下原因将其改名为赫拉克利亚。
§12.59.4Τραχίνιοι πρὸς Οἰταίους ὁμόρους ὄντας ἔτη πολλὰ διεπολέμουν καὶ τοὺς πλείους τῶν πολιτῶν ἀπέβαλον.
特拉克斯人与邻近的奥伊塔人进行了多年的战争,失去了大部分公民。
ἐρήμου δʼ οὔσης τῆς πόλεως ἠξίωσαν Λακεδαιμονίους ὄντας ἀποίκους ἐπιμεληθῆναι τῆς πόλεως.
由于城市荒废,他们请求作为殖民创建者的拉刻代蒙人来接管并照顾这座城市。
οἱ δὲ καὶ διὰ τὴν συγγένειαν καὶ διὰ τὸ τὸν Ἡρακλέα, πρόγονον ἑαυτῶν ὄντα, ἐγκατῳκηκέναι κατὰ τοὺς ἀρχαίους χρόνους ἐν τῇ Τραχῖνι, ἔγνωσαν μεγάλην αὐτὴν ποιῆσαι πόλιν.
而拉刻代蒙人,既因为血缘关系,也因为他们的祖先赫拉克勒斯在古代曾居住在特拉克斯,决定将其建设成一座大城市。
§12.59.5διὸ καὶ Λακεδαιμονίων μὲν καὶ τῶν Πελοποννησίων τετρακισχιλίους οἰκήτορας ἐκπεμψάντων, καὶ παρὰ τῶν ἄλλων Ἑλλήνων τοὺς βουλομένους μετέχειν τῆς ἀποικίας προσεδέξαντο· οὗτοι δʼ ἦσαν οὐκ ἐλάττους τῶν ἑξακισχιλίων.
因此,在拉刻代蒙人和伯罗奔尼撒人派遣了四千名殖民者的同时,他们也接纳了其他希腊人中愿意参与殖民的人;而这些人不少于六千人。
διὸ καὶ τὴν Τραχῖνα μυρίανδρον ποιήσαντες, καὶ τὴν χώραν κατακληρουχήσαντες, ὠνόμασαν τὴν πόλιν Ἡράκλειαν.
于是,他们使特拉克斯成为一座万人的城市,并分配了土地,将这座城市命名为赫拉克利亚。