§12.57.1ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ Κερκύρᾳ μεγάλη συνέστη στάσις καὶ φιλοτιμία διὰ τοιαύτας αἰτίας.
在这些事情进行的同时,克基拉由于以下原因爆发了巨大的内讧与争斗。
ἐν τῷ περὶ Ἐπίδαμνον πολέμῳ πολλοὶ Κερκυραίων αἰχμάλωτοι γενόμενοι καὶ καταβληθέντες εἰς τὴν δημοσίαν φυλακὴν ἐπηγγείλαντο τοῖς Κορινθίοις παραδώσειν τὴν Κέρκυραν, ἐὰν αὐτοὺς ἀπολύσωσιν.
在关于埃皮达姆诺斯的战争中,许多克基拉人被俘并被投入公立监狱,他们向科林斯人许诺,如果能释放他们,他们将把克基拉移交给科林斯人。
§12.57.2ἀσμένως δὲ τῶν Κορινθίων προσδεξαμένων τοὺς λόγους, οἱ Κερκυραῖοι προσποιηθέντες λύτρα διδόναι διηγγυήθησαν ὑπὸ τῶν προξένων ἱκανῶν τινων ταλάντων ἀφεθέντες.
科林斯人欣然接受了这一提议,克基拉人便假装支付赎金,由他们的普罗克塞诺斯作担保,以相当数量的塔兰同为代价获释。
§12.57.3καὶ τηροῦντες τὴν τῶν ὡμολογημένων πίστιν, ὡς κατήντησαν εἰς τὴν πατρίδα, τοὺς δημαγωγεῖν εἰωθότας καὶ μάλιστα τοῦ πλήθους προΐστασθαι συλλαβόντες ἀπέσφαξαν.
他们恪守达成的协议,一回到祖国,就逮捕并屠杀了那些惯于引导民众、尤其是站在大众前列的人。
καταλύσαντες δὲ τὴν δημοκρατίαν, μετʼ ὀλίγον χρόνον Ἀθηναίων βοηθησάντων τῷ δήμῳ, οἱ μὲν Κερκυραῖοι τὴν ἐλευθερίαν ἀνακτησάμενοι κολάζειν ἐπεβάλοντο τοὺς τὴν ἐπανάστασιν πεποιημένους· οὗτοι δὲ φοβηθέντες τὴν τιμωρίαν κατέφυγον ἐπὶ τοὺς τῶν θεῶν βωμοὺς καὶ ἱκέται τοῦ δήμου καὶ τῶν θεῶν ἐγένοντο.
在推翻民主政体后不久,由于雅典人援助平民,克基拉人恢复了自由,并着手惩罚那些发动叛乱的人;而这些人因害怕惩罚,逃到了众神的祭坛前,成为了平民和众神的请愿者。
§12.57.4οἱ δὲ Κερκυραῖοι διὰ τὴν πρὸς θεοὺς εὐσέβειαν τῆς μὲν τιμωρίας αὐτοὺς ἀπέλυσαν, ἐκ τῆς πόλεως δὲ ἐξέπεμψαν.
克基拉人出于对神明的敬畏,免除了他们的处罚,但将他们驱逐出城。
οὗτοι δὲ πάλιν νεωτερίζειν ἐπιβαλόμενοι καὶ τειχίσαντες ἐν τῇ νήσῳ χωρίον ὀχυρὸν ἐκακοποίουν τοὺς Κερκυραίους.
然而,这些人企图再次发动变革,并在岛上建立了一个坚固的据点,开始危害克基拉人。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些事情就是在这一年里发生的。